Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 43
Aristides, Aelius43 541 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
541.p4
541.p4
αὐτὴν, ἐπεὶ τῇ γε ἀξίᾳ πάντʼ ἦν ἴσα. ὡς δʼ εἰπεῖν, ἓν ἀπῆν τῶν ἀρχαίων, τὸ ναυμαχεῖν· ἡ δʼ ἄλλη πᾶσα πόλις καθαρὰ καθαρῶς ἐσώζετο· καὶ μόνον εἶπες ἂν αὐτὴν παρακεχωρηκέναι τῆς ἡγεμονίας, νοῦν ἔχουσαν, αὐτὴν δʼ εἶναι τὴν ποτὲ οὐκ ὄνομα ἄλλως, ἀλλʼ αὐτὴν ἥπερ ἦν. νῦν δὲ οἴχεται μὲν κάλλη λιμένων, πέπτωκε δὲ στεφάνων ὁ κάλλιστος, ἱερὰ δὲ ἀγαλμάτων ἔρημα καὶ βωμοὶ θυσιῶν, κενοὶ δὲ δρόμοι καὶ θέατρα ἀνδρῶν· οἱ δὲ νεώσοικοι ποῦ γῆς ἢ θαλάττης ἐγένοντο οὐδʼ ἂν εἷς εἰκάσειε τῶν οὐκ εἰδότων πρόσθεν· ὁ δʼ εἰκόνων ἀμφοτέρων ἀμύθητος ἀριθμὸς ὁμοῦ ταῖς πέτραις καὶ τοῖς λειψάνοις τῶν διαφθαρέντων σωμάτων ἀναπέφυρται καὶ διέσπαρται· οἴχεται δʼ ἐλέφας καὶ χρυσὸς τῆς τέχνης δεύτερος· οἱ δʼ ἀνέχοντες τὰ λάφυρα ἑκασταχοῦ τοῖχοι τῷ κόσμῳ συναπολώλασιν· ὅσα δʼ ἦν ξίφη καὶ δόρατα τῶν λαφύρων, ταῦτα ἀπὸ μὲν τῶν πολεμίων δεῦρο ἐκομίσθη, ἐν δὲ τοῖς κακοῖς ἐνταῦθα προσλελύμανται τοὺς παραπίπτοντας, ὡς ἂν μάλιστα λάβοι συμφορᾶς περιουσίαν. ἡ πόλις δὲ ἐν σκοπέλου μοίρᾳ λέλειπται, παρὰ τοσοῦτον οὐκ ἰσόπεδος, ὅσον οἱ τὴν μνήμην τοῦ πάθους ἀνακινοῦντες ἀνίσχουσι λίθοι. τοσοῦτον δʼ ὑπερβέβληκεν ἡ ταύτης συμφορὰ πάνθʼ ὅσα Ἑλληνικὰ ἀκοῇ παρειλήφαμεν, ὥσθʼ ὧν μὲν ἀρτίως ἐμεμνήμην, αὐτά γε δή που ταῦτα, βασίλεια δυναστῶν καὶ θάλαμοί τινες δείκνυνται, καί τινα καὶ τῶν πόλεων ἔτι λείπεται μέρη, καὶ φαίης ἂν ἐλάττους ἐκ μειζόνων αὐτὰς γεγονέναι· ἐνταυθοῖ δὲ οὐδʼ ὅσον τὸν περιάξοντα ἐνοικῆσαι λείπεται. κἀκεῖ μὲν ἂν μνῆμα καὶ τρόπαιον ἴδοις, ἐνταυθοῖ δὲ οὐδὲ τάφος μεμένηκεν ἀθῶος τῆς ἐπηρείας, ἀλλὰ καὶ ἔξω καὶ ἔνδον ὁμοίως πέπραγεν ἡ πόλις, καὶ γέγονεν ἀντὶ μνήματος αὐτὴ τοῖς πολίταις. ἀντὶ δὲ τοῦ προσπλέοντας καὶ πελαγίους καθορᾶν τὴν πόλιν ἐπιβάντας δεῖ ζητεῖν τί ἕκαστον ἦν, ὄρος ἄωρον βλέποντας ἀντὶ πόλεως· τοσοῦτον τὸ παραλλάττον αὐτῇ παρʼ αὑτὴν καὶ τὰ τῶν ἄλλων ἀτυχήματα συμβέβηκεν. ὥστε συγγνώμη

Intertext edge

Open linked passage

Note