Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 43
Aristides, Aelius43 542 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
542.p5
542.p5
πᾶν καὶ λέγουσι καὶ ποιοῦσιν ὑμῖν. ἀλλὰ καὶ τούτων οὕτως ἐχόντων φέρειν χρὴ, τὸν παλαιὸν λόγον· ὀρθῶς ἔχειν νομίσαντας, ὅτι τὰ μὲν γεγονότα οὐκέτʼ ἂν ἄλλως ἔχοι, οὐδʼ εἰ πάντα μὲν αἰτιώμενοι καὶ κακίζοντες τὴν τύχην λέγοιτε, πάντα δὲ ὑμᾶς αὐτοὺς τρόπον ἀθυμίᾳ διαφθείροιτε· τὸ δὲ ταῦτα εἰς ὅσον ἐστὶ καλῶς ἐνεγκεῖν κέρδος οὐ μικρὸν ὡς ἐν τοιούτοις. ἐστὲ δὲ οὐκ ἀτυχημάτων ἐνδεεῖς, ὥστε προστιθέναι τούτοις, ἀλλʼ ἀφαιροῦντες μᾶλλον τῶν συμβεβηκότων καὶ τῆς ἐγχωρούσης ἀεὶ ποριζόμενοι ῥᾳστώνης ἀφορμὰς εὖ φρονοῖτʼ ἂν καὶ ποιοῖτε ἃ δεῖ. εἰδέναι τε χρὴ Ῥοδίους ὄντας ἔτι ὁπόσοι ποτὲ καὶ λέλειφθε, καὶ τοῦτο τὸ σεμνὸν καὶ τίμιον εἰς Ἕλληνας καὶ βαρβάρους ὄνομα προσαφῃρημένην ὑμᾶς τὴν τύχην, οὗ δεῖ φρονοῦντας ἄξια φαίνεσθαι.
542.p6
542.p6
καιρὸς δὲ νῦν εἴπερ ποτὲ, ὦ ἄνδρες Ῥόδιοι, σῶσαι μὲν ὑμᾶς αὐτοὺς ἐκ τῶν περιεστηκότων, βοηθῆσαι δὲ τῷ γένει τῆς νήσου, στῆναι δὲ πρὸς τὴν τύχην λαμπρῶς, ἐνθυμηθέντας ὑμῶν τὸν τοῦ πολίτου κυβερνήτου λόγον, ὃς ἔφη χειμαζομένης αὐτῷ τῆς νεὼς καὶ καταδύσεσθαι προσδοκῶν τοῦτο δὴ τὸ θρυλούμενον, ἀλλʼ ὦ Ποτειδὰν, ἴσθι ὅτι ὀρθὰν τὰν ναῦν καταδύσω· ὡς οὐδὲν ἂν πράξας ἀγεννὲς οὐδὲ ταπεινὸν οὐδὲν τοῖς παροῦσιν, ἀλλὰ πάντα ἂν τὰ αὑτοῦ πληρώσας πρότερον ἢ κακῶς ἀπολούμενος· ὡς τοῦ μὲν ἀπολέσθαι καὶ καταδῦναι τὴν ναῦν τὴν τύχην κυρίαν οὖσαν ἀεὶ, τοῦ δὲ ἃ χρὴ πρᾶξαι πρὸ τούτου οὐκέτʼ ἐν ἄλλῳ τὴν ἀπαίτησιν, ἀλλʼ αὐτὸν αὑτῷ τινα τοῦτο ὀφείλοντα, καὶ οὗ μόνου κύριός ἐστιν, οὐχὶ δέον προλιπεῖν ἔτι ζῶντα. ὑμεῖς τοίνυν μὴ πεπτωκυῖαν τὴν πόλιν ἔτι μᾶλλον ἐπικαταβάλητε, ταπεινότητα τῷ καιρῷ προσθέντες, ἀλλʼ ἐπειδήπερ προκατέδυ πληγεῖσα, ὑμεῖς οἱ λοιποὶ μένετε ἐν ὑμῶν αὐτῶν. καὶ γὰρ αἰσχρὸν καὶ οἴκοθεν ἔστʼ ἔχον τὸ ἔγκλημα, ἑνὸς ἀνδρὸς ἀγεννεστέραν φανῆναι τὴν πόλιν ὑμᾶς τουτουσὶ καὶ μὴ δεῖξαι τοῦθʼ ὅτι καὶ δυστυχοῦντες ἴστε ὑμᾶς αὐτούς. οὕτω καὶ παρʼ ἀξίαν ταῦτα πεπονθέναι δόξετε. καλὸν γὰρ οἶμαι κἀν τοῖς ὅπλοις

Intertext edge

Open linked passage

Note