Orationes 43
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
543.p7
543.p7
νικᾶν, καὶ ναυμαχοῦντας τρόπαια ἱστάναι ἔχει φιλοτιμίαν καὶ τῆς ἐπὶ τοῖς τοιούτοις σπουδῆς οὐκ ἄξιον τοὺς ἀγαθοὺς ἄνδρας ἐξίστασθαι, ὧν καὶ οἱ ὑμέτεροί ποτε ὄντες πρόγονοι μεγάλην εἰκότως καὶ θαυμαστὴν δικαίως δόξαν ἐκτήσαντο. ἐπεὶ δὲ πᾶσαί τε ὑποθέσεις τῶν τοιούτων ἀγώνων ἐξήκουσι καὶ τὰ τῶν νῦν καιρῶν ἕτερον ἀγῶνα ἀπαιτεῖ παρʼ ὑμῶν, τοῦτον ὑποστῆναι δεῖ. καὶ πολὺ τοῦθʼ ὑμῖν ἐνδοξότερον καὶ κάλλιον ἐκείνων τῶν ἀγώνων, ἀντιτάξασθαι τῇ τύχῃ καὶ ταύτης στῆσαι τρόπαιον, εἰ καὶ σφόδρα ὑμῖν ἐνήλατο τὴν πρώτην. τῆς μὲν γὰρ ἐκεῖ νίκης οὐδεὶς τηλικοῦτός ἐστιν ὅστις ἐστὶ κύριος διὰ τέλους, ἀλλʼ ὁ δαίμων τὸ πλεῖστον ἔχει μέρος, τῆς δὲ ἐνταῦθα ἡ γνώμη κυρία. ταύτην οὖν δείξατε ἔχοντες οἵαν χρὴ καὶ μὴ πάντʼ ἐλάττους τῆς τύχης γένησθε, ἀλλʼ ἀγωνίσασθε πρὸς αὐτὴν νῦν, ἐπειδήπερ ἔμπροσθεν οὐκ ἐξῆν. εἰ μὲν γὰρ ἔχομεν ἀξίως ἀποδύρασθαι, κἂν ἁπάσας τὰς ὑπολοίπους τοῦ βίου νύκτας καὶ ἡμέρας συνάψωμεν, τοῦτο ποιῶμεν. ἄξιον γὰρ Ἑλλάδι ἀνακαλέσαι γε οὐκ εἰς τρὶς μόνον, ἀλλὰ καὶ μυριάκις Ῥόδον οὕτω πεπραγυῖαν. νῦν δὲ τίς οὕτως ἢ λόγος ἐστὶν ἰσχυρὸς ἢ σοφιστὴς ἄκρος ἢ διαρκὴς ὅστις ἂν ἀξίως καταθρηνήσειε τὰ παρόντα, μὴ πολλοστὸν μέρος ὧν οἴεται λέγειν παραλιπὼν, ἀλλʼ ἑξῆς ἅπαντα; τοῦτο γάρ ἐστι καὶ τὸ πάντων ἀτοπώτατον, ὅτι ὀδυρόμενοι τὰ συμβεβηκότα καὶ διεξιόντες ὡς ἀνυπέρβλητα τὰ πλεῖστα αὐτῶν παραλείπομεν καὶ οἰόμεθα λέγειν οὐ λέγοντες. τίς γὰρ ἂν ἢ τὰς συμφορὰς εἴποι πρὸς ἀξίαν τὰς καινὰς ταύτας καὶ ἀτόπους καὶ πέρα πάσης κακῶν φορᾶς γεγονυίας, ἢ τὴν ἀκμὴν αὐτὴν τοῦ περιστάντος ὑμᾶς πράγματος; τίς δʼ ἂν ἔτι σωφρονοίη τῆς σχετλίας ἐκείνης μεσημβρίας μνησθεὶς, ἐν ᾗ τὸ κακὸν πρῶτον ἤρχετο καὶ κατῄει, ἡνίκα εἱστήκει μὲν ἡ θάλαττα καραδοκοῦσα τὸ μέλλον, ὥσπερ ἄλλον τινὰ χειμῶνα μέγαν καὶ ἀνήκεστον προσδεχομένη, σιγὴν δʼ εἶχεν ἅπας ὁ ἀὴρ, ὥσπερ προσδοκῶν τὸ ἐσόμενον, καὶ ὄρνιθες καὶ πάντα ἡσύχαζον ἐπὶ