Orationes 43
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
545.p9
545.p9
οἱ μὲν οὐ πρὸ πολλοῦ κληθέντες νυμφίοι ἔκειντο εἰς οὐδὲν καλὸν ᾁσαντες τὸν ὑμέναιον, οὐ ῥᾴδιον γνῶναι πότερον αὐτοὶ δυστυχεῖς, ἢ ἃς ἠγάγοντο οἱ δὲ ἀπὸ θαλάττης ἀναβεβηκότες τὴν πατρῴαν ἑστίαν ἀπιστοτέραν τῆς θαλάττης εὗρον· οἱ δὲ ἐπʼ ἀναγωγὴν σπεύδοντες τελευταῖα δὴ τότε οἴκοθεν ἀνήγοντο, προκαταδύσης αὐτοῖς τῆς πατρίδος.
545.p10
545.p10
κατεῖχε δὲ ὁμοῦ σεισμὸς θαλάττης, νεφέλης κτύπος, οἰμωγαὶ, πάταγος πτωμάτων, γῆς ἐκφυσήματα. οἶμαι γὰρ οὔτε τοὺς ὑπὲρ Αἴγυπτον καταρράκτας οὔτε τὴν τῆς ἔξω θαλάττης ῥαχίαν οὔτε σκηπτοὺς πυρφόρους οὔθʼ ὅ τι πλεῖστον ἠχεῖ κατʼ ἀνθρώπους τῷ τότʼ εἶναι κακῷ καὶ κτύπῳ παραβαλεῖν, ὃς ἐξ ἁπάντων εἷς ἠγείρετο συμμιγὴς, τὴν ἀπροσδόκητον καὶ ἄχαριν συναυλίαν πληρῶν, ἐφʼ ᾗ Ῥόδος ἐξωρμήκει· συνενήνεκτό τε εἰς ταυτὸν νεκροὶ, βωμοὶ, στέγαι, κόνις, αἷμα, ἔπιπλα, ὄροφοι, θεμέλια, οἰκέται, δεσπόται, μέλη σωμάτων, εἰκόνες, σφαγαὶ, τάφοι, δεῖπνα. οἱ μὲν τοῖς σώμασι τῶν φιλτάτων σκηνοῦντες ἐλάνθανον αὑτοὺς, οἱ δὲ ἐζήτουν τὰ λοιπὰ ἑαυτῶν οἱ μὲν πόδας, οἱ δὲ χεῖρας, οἱ δʼ ὅ τι ἕκαστος ἐπηρώθη τοῦ σώματος, οἱ δὲ καὶ συνέθαπτον ταῦτα τοῖς οἰκείοις, οἱ δʼ ὑπὸ τῶν ἑκατέρωθεν ἐμπεσόντων συσχεθέντες ἠνείχοντο, οἱ δὲ πρότερον κατωρύχθησαν ἢ ἀπέθανον· πᾶν δὴ κακῶν εἶδος καὶ ἅ τις μηδεπώποτε ἐπενόησε, τότε πρῶτον εἰσεῖδεν. εὔξασθαι δʼ οὐκ εἶχον οἱ λοιποὶ πότερα ὅπως σωθῶσιν ἢ ὅπως ἀποθάνωσι. ποῖοι ταῦτα κήρυκες, ἢ τίνες ποιηταὶ καταθρηνήσουσιν ἀξίᾳ τῇ φωνῇ; τίς ἀρκῶν διηγήσασθαι; ποῖον γὰρ πάθος ὀξύτερον, εἰ δὲ βούλει, μακρότερον, ποίαν πόλιν Ἑλληνίδα ἢ βάρβαρον ἐν τῷ παντὶ χρόνῳ κατέλαβε τοιοῦτον; ὅτε ἀνατραπεῖσα μὲν ἡ πόλις ἔκειτο θᾶττον ἢ ναῦς καταδῦσα πώποτε, ἡμέραι δὲ καὶ νύκτες ἐπιλαμβάνουσαι τοὺς μὲν ὅσον ἐμπνεῖν ζῶντας ἀνέφαινον