Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 43
Aristides, Aelius43 546 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
546.p11
546.p11
τραυματίας τῶν λοιπῶν τοῖς πλείστοις, τοὺς δὲ τελευτήσαντας σεσηπότας, οὐδʼ ὁτιοῦν ἔχοντας ἀκριβὲς τῶν μελῶν, ἀλλʼ ὡς ἑκάστου τι ἀφεῖλεν ἢ προσέθηκε τὸ πτῶμα. πυραὶ δʼ ἀήθεις ἐκάοντο ὁμοίως νύκτα καὶ ἡμέραν, ταῖς πρόσθεν ἱερομηνίαις ἀντίστροφοι· ἀντὶ δὲ χρυσείων καὶ ἀργυρείων μετάλλων διωρυχῆς τοὔδαφος τῆς πόλεως παρεῖχε καὶ εἰς μῆνας ἐκκαθαίρειν τοὺς κειμένους. καὶ πρότερον μὲν, ὦ Ζεῦ, τὰς φονικὰς δίκας ἔξω πυλῶν ἐδικάζετε, ὡς οὐδὲ καταψηφίσασθαι θάνατον ἐντὸς τείχους εὐσεβῶς ἔχον ὑμῖν, νυνὶ δὲ ἐπὶ μιᾶς ἡμέρας τοσούτων ὄλεθρον ὁ δαίμων κατέγνω ἅμα τʼ εἴσω πόλεως καὶ σὺν αὐτῇ, καὶ τούτους ἐν αὐτῇ κάειν ἠναγκάζεσθε οἱ λοιποὶ, καὶ τὴν ἄβατον τοῖς ἀνδροφόνοις πόλιν ταφὴν τῶν ἀπολλυμένων ἑκάστῳ κατέστησε. καὶ τὰ μὲν πρόσθεν λεγόμενα ταῦτα μυθολογήματα ἦν, ὅτι τήνδε τὴν νῆσον οὖσαν ὑπὸ τῇ θαλάττῃ καὶ κεκρυμμένην Ἡλίῳ δῶρον ἀνεῖσαν θεοὶ, τὰ δὲ νῦν εἰς τοὐναντίον περιέστηκε διηγεῖσθαι, ὅτι ἥδε ἡ πόλις κατὰ γῆς ἔδυ καὶ ἀπῆλθεν ἐξ ἀνθρώπων, ὄντος ὑπὲρ γῆς ἡλίου, καὶ ἐπεῖδεν ἥλιος ἐν Ῥόδῳ τὰ ἀθέατα θεάματα ἑαυτῷ. καὶ Ὅμηρος μὲν πλοῦτον ἔφη καταχέαι τὸν Δία τῇ νήσῳ καὶ τοῖς περὶ Τληπόλεμον προγόνοις ὑμῶν, καὶ Πίνδαρος παραλαβὼν ὗσαι χρυσὸν νεφέλην ξανθὴν ἐπιστήσαντα. νῦν δὲ οἷα κατέχεε δῶρα ὁ δαίμων, οἷον νέφος ἔστησεν ὑπὲρ τῆς πόλεως, ὡς ἀνάξια μὲν ἐκείνων τῶν πρότερον, ἀνάξια δὲ ὑμῶν καὶ τοῦ τῆς πόλεως σχήματος. καὶ νῦν Κάρπαθον μὲν καὶ Κάσον καὶ ἄλλας νήσους οἰκουμένας ἔστιν ἰδεῖν, οὐδὲν ἐχούσας ὅ τι εἴπωσι καὶ παρʼ ὧν φόρον ἐκλέγειν ὑμῖν πρὸ τοῦ μικρὸν ἦν, καὶ ἄλλα πολίσματα ὑπόψαμμα λυπρὰ καὶ ἀμφισβητήσιμα. Ῥόδος δὲ, ὦ Ζεῦ, καὶ πάντʼ ἐφορῶν ἥλιε πλὴν Ῥόδου, νῦν οὐδαμοῦ, ἀλλʼ ὥσπερ οἱ τοὺς μύθους λέγοντες διηγεῖσθαι δεῖ τοῖς ἐπιγιγνομένοις τοὺς παρʼ ἡμῶν παραλαμβάνοντας, ὡς ποτὲ ἦν καὶ Ῥόδος ἀντιπέρας Καρίας πόλις ὥρᾳ καὶ μεγέθει περιφανὴς, καὶ τὸν τόπον δεικνύειν

Intertext edge

Open linked passage

Note