Orationes 43
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
547.p12
547.p12
ὡς τὸν Ἰαλύσου καὶ Καμείρου νῦν. καὶ τὸν μὲν τῶν Ἁλίων ἀγῶνα ποιήσετε, καὶ τὸ χωρίον μεμένηκε σῶν οὗ ποιήσετε· ἡ δὲ ἐπώνυμος αὕτη τῆς Νύμφης τοῦ θεοῦ σχῆμα ἀκτῆς μετείληφε. καὶ πάλαι μὲν τὰ ἐκ τῶν γυναικῶν τῶν ἀποκειραμένων μηχανήματα ἐδείκνυτε τοῖς ἐπιδημοῦσι καὶ θαυμαστὸν ἦν, νῦν δὲ αὐτὴν τὴν πόλιν ἐν τοιαύτῃ θέᾳ λείπεται παριστᾶν καὶ δεικνύναι τοῖς εἰσαφικνουμένοις θέατρον καὶ βουλευτήριον, καὶ πίνακας ἡμιρραγεῖς καὶ σκοπέλους ἀντὶ πύργων δεικνύντας, οἰκτρὰ τῆς ὀνομαστῆς ποτε Ῥόδου τὰ λείψανα. μεγέθους δὲ ἑτέρων πόλεων εἰς τὸ μέσον λεγομένου οὔτε ἀντιλαβέσθαι ἐξέσται οὔτε μὴ ῥήγνυσθαι σιωπῶντα. ἁπλῶς δʼ εἴσεσθε μὲν οἵας πόλεως στέρεσθε, ὁποίας δʼ οὐχ ἕξετε δεικνύναι, καὶ ἐπὶ μέν γε τοῦ νῦν παρόντος χρόνου τοὺς εἰδότας πρότερον τῶν Ἑλλήνων ἐπιμαρτύρασθαι, ἐπειδὰν δὲ καὶ τούτους ἡ προσήκουσα μοῖρα ἀπαγάγῃ, τί δὴ λοιπὸν πλὴν ἐρήμην ὀφλεῖν ὅ φασι, γνωριζομένους, ὦ δαίμονες, οὐκ ἀπὸ τῶν ναυμαχιῶν οὐδʼ ἀπὸ τῶν λιμένων τε καὶ νεωρίων οὐδʼ ἀπὸ τοῦ κόσμου τοῦ κατὰ τὴν πόλιν, ἀλλʼ ὅτι μέγιστα τῶν Ἑλλήνων ἠτυχήσατε· καὶ δεήσει Ῥόδου μεμνημένους μὴ γαυριᾶν, ἀλλὰ θρηνεῖν. μόνοις δὲ οἷς ὑμεῖς πεπόνθατε νῦν καὶ οἱ πρὸ ἑξακοσίων ἐτῶν ἄνδρες ἔνδοξοι συνηδίκηνται καὶ οἵ γε μηδὲν τῇ πόλει προσήκοντες κοσμοῦντες τὴν πόλιν τοῖς ἑαυτῶν ἔργοις ἀντεκοσμοῦντο τῇ μνήμῃ.
547.p13
547.p13
ταῦτα τοίνυν τὰ οὕτως δεινὰ καὶ παραμυθίαν οὐκ ἔχοντα, ὡς ἂν δόξαι τις, ἐνεγκεῖν δεῖ, μάλιστα μὲν δὴ καὶ πρῶτον κατʼ αὐτὴν τὴν τῆς ἀνάγκης συμβουλὴν καὶ τοσούτῳ μᾶλλον, ὅσῳ δακρύων χώραν παρελήλυθεν· ἃ γὰρ οὐκ ἔστι κατʼ ἀξίαν ὀδύρασθαι, πῶς οὐκ ἀναγκαῖον ἀπαλγήσαντας ἐᾶν καὶ τοῦτο δὴ τὸ λεγόμενον μύσαντας φέρειν; ἔτι δὲ τὰ μὲν φαῦλα τῶν ἀτυχημάτων οὐδὲν δεῖται μεγάλης τῆς πρὸς αὐτὰ παρασκευῆς, τὰ δὲ μείζονα ἀνάγκη μεγάλως καὶ φέρειν, οὐχ ἁπλῶς λέγω μεγάλως,