Orationes 43
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
548.p14
548.p14
ἀλλὰ φρονήματι. ὥσπερ γὰρ πρὸς τοὺς μείζους τῶν πολέμων πλείονος δεῖ καὶ τῆς παρασκευῆς, τοὺς δʼ ἐλάττους κἂν ἀπὸ φαυλοτέρας διαφέροι τις, οὕτως καὶ τῶν δεινῶν ὅσα ὑπερβέβληκε μεγάλης δεῖται τῆς τῶν παθόντων ῥώμης πρὸς αὐτά. δεῖ δὴ κατὰ κράτος αὐτοῖς ἀνθίστασθαι καὶ παντὶ τῷ θυμῷ παρεσκευασμένους τὸν ἀγῶνα τοῦτον ἀγωνίζεσθαι, εἴπερ μὴ μέλλοι τις καταληφθεὶς παρενεχθήσεσθαι, λογιζομένους ὅτι πρότερον μὲν οἱ τὰς εἰκόνας καὶ τοὺς ἀνδριάντας ὁρῶντες τὴν τῶν πεποιηκότων ἐκεῖνα τέχνην ἐθαύμαζον, νῦν δὲ τὴν ὑμετέραν ἅπαντες θαυμάσονται γνώμην, ἐὰν καὶ χωρὶς τούτων φαίνησθε φρονοῦντες ἐφʼ ὑμῖν αὐτοῖς. ὅλως δὲ ὥσπερ τὸν χρυσὸν ἡ βάσανος δείκνυσιν, οὕτω τοὺς ἄνδρας τοὺς ἀγαθοὺς κρίνουσιν αἱ συμφοραί· καὶ ὑμᾶς πάντα ταῦτα ὁποῖοί τινές ἐστε δείξει νῦν, ὁ σεισμὸς, ὁ ἐμπρησμὸς, ἅπαντα ὅσα ἠκολούθησεν ἑνὶ τῷ πρώτῳ κακῷ. καίτοι παράδοξον ποιῶ· δεόμενος γὰρ παραμυθίας αὐτὸς τῆς ἐφʼ ὑμῖν, ὑμᾶς κατέχειν ἀξιῶ. ὅ μοι καὶ αὐτὸ δικαίως ἂν συλλαμβάνοι πρὸς τὸ πείθειν. τοὺς γὰρ συμπεπονθότας ταῖς γνώμαις ἡγοῦμαι καὶ συμβούλους ἀξιοπίστους εἰκότως ἂν τοῖς εὖ φρονοῦσιν εἶναι. ὧν γὰρ τὰ αὐτὰ ἅπτεται καὶ φροντίζειν τούτους εἰκὸς περὶ τούτων καὶ λέγειν ἐπʼ εὐνοίᾳ καὶ τὸ δυνατὸν πρώτῳ τούτῳ βεβαιοῦν τῷ παραπλησίως διακειμένους ὅμως ἀξιοῦντας φέρειν φαίνεσθαι. ἡγοῦμαι δʼ ἔγωγε καὶ τὸ τηλικαῦτα ἀτυχεῖν οὐ τοῖς μικροτάτοις τῶν ἀνθρώπων ἀποκεῖσθαι οὐδὲ τοῖς οὐκ ἔχουσιν ὅθεν πέσωσιν, ἀλλὰ τοῖς δυναμένοις δέξασθαι τοῦτο τὸ μέτρον τῆς συμφορᾶς. ἀλλʼ οἴεσθε Σερίφου πρὸς θεῶν, ἢ Σύμης ταυτησὶ τὸ πτῶμα τοῦτο, ἤ τινος ἄλλης τῶν πολλῶν καὶ ἐν κύκλῳ νήσων; Ῥόδος οἶμαι τοσούτων καὶ τηλικούτων εἶχε στερηθῆναι. ὑμῖν δὲ ἄμφω τὰ ἄκρα ὁ δαίμων ἀπένειμεν· ἀρετῇ τε γὰρ καὶ δυνάμει καὶ κατασκευῇ πόλεως ὑπερβάλλεσθε τῶν ἄλλων τὰς φανερὰς, ἐπεὶ δὲ ἔδει καὶ τῶν ἐναντίων πεῖραν λαβεῖν, ὡς οὐκ ἔδει, ἐξίσωσε καὶ ταῦτα ἡ τύχη τοῖς ἄνω πλεονεκτήμασι· μέγιστα δὲ