Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 43
Aristides, Aelius43 549 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
549.p15
549.p15
ἔχοντες μεγίστων ἐξεπέσετε. ὥσπερ δὲ Ἡσίοδος ἔφη τοῦ οὐρανοῦ καὶ τῆς γῆς συμπεσόντων μέγιστον ἂν γενέσθαι κτύπον, ὡς τοῦτο ὂν μέγιστον τῶν ἀφʼ ὑψηλοῦ πτῶμα, οὕτω τῶν ἐν γῇ Ῥόδος πεσοῦσα μέγιστον ἤχησε καὶ εἰς πλείστους ἡ αἴσθησις αὐτῆς ἀφίκετο καὶ Ἕλληνας. καὶ βαρβάρους, καὶ τούς γε Ἑλλήνων καὶ βαρβάρων ἄρχοντας αὐτούς. οὐ γὰρ ἄλλο γε οὐδὲν ἢ ἀποκεκόσμηται πᾶσα ἡ θάλαττα καὶ χηρεύει τὸ λοιπὸν ὧν ἥκιστα ἐχρῆν. ὥστʼ εἰκότως πλείστους καὶ τοὺς συναχθομένους ἔχετε. οὔτε γὰρ ἀφανὲς τὸ πρᾶγμα διὰ τὸ μέγεθος οὔτʼ ἦν ὅστις ὑμῖν ἐφησθήσεται. πάντων γὰρ κοινοὶ ξένοι καὶ φίλοι, πολλῶν δὲ καὶ σωτῆρες ἦτε, ἀγαθοὶ μὲν ἡγεμόνες καὶ προπομποὶ τῶν παραπλεόντων ἐπʼ ἀμφότερα τὴν νῆσον, ὧν ἐποίησεν Ὅμηρος ἐν μύθῳ Φαιάκων ἡδίους καὶ λαμπρότεροι, ὀνομαστοὶ δὲ καὶ τοῖς ἐπʼ ἐσχατιαῖς γῆς. ὥστε καὶ τοῖς οὐκ εἰδόσι τὴν πόλιν παρὰ τῶν εἰδότων ἀκούουσιν, εἰ καὶ τἄλλα καθʼ ἡδονὴν βεβιωμένα αὑτοῖς εἶχον λέγειν, τοῦτο γοῦν ἓν οὐκ ἐλάχιστον δοκεῖν ἐνδεῖν, ὅτι μὴ εἶδόν πω Ῥόδον. καὶ δῆτα καὶ ἀπορήσαι τις ἂν ποτέροις νῦν μᾶλλον ἄξιον ὀδύρασθαι, πότερον τοῖς ἀθεάτοις τῆς πόλεως, ἢ τοῖς ὡμιληκόσιν. οἱ μὲν γὰρ ἐστέρηνται τοῦ καλλίστου θεάματος, οἱ δʼ ὧν εἶδον τοῦ μεγίστου, ὅσον δʼ ἐκέρδαναν, τοσοῦτον ἐζημίωνται· οὐ γὰρ ἀγνοοῦσιν ἡλίκον τι χρῆμα ἀπόλωλεν. ᾗ καὶ μάλιστα χρὴ προθυμηθῆναι εὐκόλως καὶ γενναίως τοῖς παροῦσι χρήσασθαι, ὅτι πολλοὺς θεατὰς καὶ μάρτυρας τοῦ πῶς αὐτὰ διοίσετε ἔχετε, οἷς καλῶς ἔχον ἐστὶ καὶ Ῥοδίων ἔργον ἐνδείξασθαι τῆς εὐγενείας τὴν περιουσίαν, ὅτι κἂν δεκάκις τὰ τείχη πέσῃ, τὸ γοῦν ἀξίωμα τῆς πόλεως οὐ πεσεῖται, ἕως ἂν εἷς λείπηται Ῥοδίων, ἀλλʼ ἑστήξει καὶ μενεῖ σῶν· ἵνα μὴ συνάχθωνται μᾶλλον ἢ θαυμάζωσιν ὑμᾶς, μηδʼ ἐπὶ θρήνων μέμνωνται

Intertext edge

Open linked passage

Note