Orationes 43
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
551.p18
551.p18
οὖσαν ἀνθρώποις, ἀλλʼ ὄντας διπλοῦς τοὺς βίους τῶν ἀνθρώπων, τοὺς μὲν ὅλως ἐν κακοῖς, τοὺς δʼ ἀναμίξ. ὑμᾶς τοίνυν τῆς τῶν ἀγαθῶν μοίρας πρῶτον ἠξίωσε καὶ ἐπὶ πλεῖστον. τοῦτο γὰρ δὴ καὶ μέγιστον ὑμῖν εἰς παραμυθίαν ἔστω, ὅτι οἷς μὲν ἐπρωτεύετε εἰς πολὺν ἀντέσχε χρόνον, καὶ καθʼ ἡμέραν ἑκάστην ἔπραττεν ἡ πόλις ἀξίως αὑτῆς, τὸ δʼ ἀτύχημα μιᾶς ἡμέρας, οὐχ ὅλης δὲ ὥρας, ἐὰν ὑμεῖς εὖ φρονήσητε, ἐγένετο. μὴ τοίνυν ὑμεῖς αὐτὸ παντὸς τοῦ χρόνου ποιήσητε, μηδʼ εἰς πλέον ἐκτείνητε τὸν σεισμὸν ἢ ἐν ὅσῳ τότε ἐπαύσατο. καὶ γὰρ ἄτοπον μέμφεσθαι μὲν τῇ τύχῃ καὶ δυσχεραίνειν τὰ συμβεβηκότα ὡς ὑπερβάλλοντα, ἃ δὲ ὁ σεισμὸς παρῆλθε, ταῦτα αὐτοὺς προσθεῖναι. τίνων οὖν κύριος ἦν ὁ σεισμός; καὶ τίνος ἐστὲ νῦν ὑμεῖς; ὁ μὲν τῶν οἰκιῶν καὶ τῶν τειχῶν καὶ τῶν σωμάτων καταρρῖψαι καὶ διαφθεῖραι, ὑμεῖς δὲ τοῦ λογισμὸν τοῖς συμβεβηκόσιν ἀντιθεῖναι. μὴ τοίνυν ἀνάσχησθε τοῦτο ὑμῶν ἐξελθεῖν μηδὲ συμπεσοῦσαν τοῖς ἄλλοις καὶ τὴν γνώμην, ἵνʼ ὅνπερ τρόπον πρότερον οἱ ναῦται καταίροντες καὶ ἀναγόμενοι ὡς ἐκ πλείστου καὶ ἐπὶ πλεῖστον τὴν πόλιν καὶ τὸν τῶν τειχῶν κύκλον ἑώρων, τοῦτον νῦν οἱ ταῦτα δυνάμενοι βλέπωσιν ἑστηκὸς τῇ πόλει τὸ φρόνημα καὶ ἴδωσιν ὅτι τοῦτο οὔτε σεισμὸς οὔτʼ ἐμπρησμὸς οὔτε χρημάτων στέρησις, οὐκ ἀφαίρεσις οἰκιῶν, οὐκ ἄλλο οὐδὲν οὔτε καθῄρηκεν οὔτε μὴ καθέλῃ ποτὲ, οὔτε σεσύληκεν οὔτε μὴ συλήσῃ ποτέ. ἂν τοῦτο ἑστηκὸς ᾖ, Ῥόδος ἕστηκε τοῖς ὀρθῶς ὁρῶσιν, ἐπεὶ καὶ αὐτὰ τὰ τείχη καὶ τὰ νεώρια καὶ τοὺς ἄλλους κόσμους τοὺς μετὰ τούτων φρόνημα ἄνδρες ἔχοντες ἐκτήσαντο καὶ λογισμοὺς οἵους χρὴ περὶ πραγμάτων, καὶ ἦν ταῦτα ἀναθήματα τῆς ἐκείνων τῶν ἀνδρῶν γνώμης, οἳ ζήλου καὶ τῆς ἐπὶ τοῖς καλοῖς φιλοτιμίας ἕνεκα πάντας μὲν πόνους ᾠήθησαν, πάντας δὲ κινδύνους ὑποστῆναι δεῖν, ἐξ ὧν ἔπλευσαν μὲν ἅπασαν ὅση πλόϊμος θάλατταν, ἠγωνίσαντο δὲ καὶ καθʼ αὑτοὺς καὶ ἐν συμμαχίαις πολλοὺς καὶ μεγάλους καὶ ἐνδόξους ἀγῶνας·