Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 43
Aristides, Aelius43 552 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
552.p19
552.p19
ὧν ἀξίους εἶναι δεῖ, λογιζομένους, εἰ καὶ παράδοξον εἰπεῖν τὴν πρώτην, ὅτι καὶ ῥᾷον ὑμῖν ἐστιν ἤπερ ἐκείνοις τότε ἔχειν ὅσα χρὴ τελέσασθαι. οὐ γὰρ ἀποστόλους πέμπειν οὐδὲ ἐξόδους ἐξιέναι δεῖ νῦν, οὐδʼ ἐναντία θεμένους τὰ ὅπλα τοῖς ἰσχύουσι κινδυνεύειν, οὐδʼ ἐκλείποντας τὴν πατρίδα ἄλλοτε ἀλλαχοῖ φέρεσθαι τῆς θαλάττης, χειμῶσι καὶ ἐχθροῖς τοῖς μὲν οὖσι, τοῖς δʼ ἐσομένοις ὑποκειμένους, ἀλλʼ οἴκοι μένοντας καὶ τὴν ὑμετέραν αὐτῶν καρπουμένους σωφρονεῖν. οὐ γὰρ καὶ ἡ νῆσος ἔδυ κατὰ τῆς θαλάττης, ὥστε μὴ εἶναι Ῥοδίων τοῖς λοιποῖς οὗ στῶσι.
552.p20
552.p20
τοῖς δʼ ἀβίωτον ἡγουμένοις, εἰ μὴ ἐν τοσαύτῃ καὶ τοιαύτῃ διάξουσι τῇ πατρίδι οἵᾳ πρόσθεν, ἐκεῖνο λέγω, καὶ μηδεὶς τραχυνθῇ πρὸς τὸν λόγον, ἦν χρόνος ἡνίκʼ οὔπω Ῥόδος ἦν ἡ πόλις αὕτη, ὡς μὲν οἱ ποιηταί φασιν, οὐδὲ ἡ νῆσος αὕτη, ἀλλʼ ἦν ταῦτα θάλαττα ψιλὴ ποτέ. ἀλλʼ ἔγωγε οὐ τοῦτο λέγω. ἀλλʼ ἐπὶ τῶν πρὸ Λυσάνδρου δή που χρόνων τοῦ Λακεδαιμονίων ναυάρχου σχεδὸν πάντες ἐπίστασθε ὅτι οὔπω συνῴκιστο ὑμῖν ἡ πόλις, ἀλλʼ ἦν τῆς νήσου μόνον τὸ ὄνομα, πόλις δὲ οὐκ ἦν πω Ῥόδος οὐδʼ ᾠκεῖτο ὑπʼ οὐδένων, ἀλλὰ τὰς παλαιὰς ᾤκουν τρεῖς, ἅσπερ καὶ Ὅμηρος κατέλεξεν, οἱ κατʼ ἐκείνους τοὺς χρόνους Ῥόδιοι. συνελθόντες δʼ ὕστερον ἀπὸ πασῶν τῶν πόλεων μίαν ταύτην οὐ πᾶσι καλοῖς ἄρα τοῖς οἰωνοῖς ᾤκισαν, ἧς τὸ μέγα καὶ θαυμαστὸν ὄνομα καὶ σχῆμα καὶ κάλλος καὶ ὅ τί τις βούλεται λέγων οὐχ ἁμαρτήσεται. δύο τοίνυν οὗτος ὁ λόγος δύναταί μοι· ἓν μὲν, ὦ ἄνδρες Ῥόδιοι, ὑποθέσθαι τοῖς λογισμοῖς ὑμᾶς ἐπʼ ἐκείνων εἶναι τῶν χρόνων, ἡνίκʼ οὔπω τὴν πόλιν εἴχετε, καὶ φέρειν μετριώτερον· ἕτερον δὲ καὶ τὸ πᾶν, μηδὲ νῦν ἀπογνῶναί πω τὰ παρόντα μηδʼ ἀπειπεῖν, παραδείγματι τῷ τῶν προγόνων χρωμένους, ὅτι κἀκεῖνοι γνώμην ἣν δεῖ λαβόντες οὖσαν ἐξ οὐκ οὔσης ἀπέφηναν τὴν πόλιν καὶ μεγάλην τε ἐξ οὐδεμιᾶς καὶ θαυμαστὴν ἐξ ἀφανοῦς τὴν πρώτην.

Intertext edge

Open linked passage

Note