Orationes 43
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
553.p21
553.p21
ποῦ δὲ ἀνεκτὸν ἐστερημένοις τοιαύτης πόλεως ζῆν; μὴ πρὸς ἀνίαν ψιλὴν καταχρήσασθαι, ἀλλʼ εἰς ἐπανόρθωσιν τρέψαι τῶν συμβεβηκότων ἥτις ἂν οὖσα δυνατὴ φαίνηται. καίτοι πολὺ ῥᾴων ὑμῖν ἡ ἀνάληψις τῆς πόλεως, ἐὰν ὀρθῶς σκοπῆτε, ἢ ʼκείνοις ὁ ἐξ ἀρχῆς οἰκισμός. οἱ μὲν γὰρ οὐδʼ ἡντινοῦν ἔχοντες ἀφορμὴν παρὰ τοῦ τόπου, οὐ λιμένας, οὐκ εἰκόνας, οὐ κόσμους, οὐ λίθους, ὡς εἰπεῖν, ἐν πολλῇ βουλῇ καὶ ἀπορίᾳ καταστάντες οἶμαι πρῶτον ποῖ ποτε τῆς χώρας οἰκήσουσιν, οὕτω ταύτην ἀπέδειξαν, καὶ τὸ μέγιστον ἁπάντων, πρὸς οὐδὲν ὑπάρχον παράδειγμα, ἀλλʼ εὑρόντες αὐτοὶ καὶ προθέντες πρῶτοι καθάπερ ὡς ἀληθῶς παράδειγμα πόλεως. ὑμᾶς δὲ οὔτε ζητῆσαι νῦν οὐδὲν δεῖ περὶ τῶν ὅλων καὶ εἴ τινα λείπεται τῶν ἀρχαίων παραβοηθεῖ· πολλὰ δὲ ταῦτά ἐστι πρὸς τὸ πᾶν, εἰ καὶ παντάπασιν ὀλίγα ὡς πρὸς τὰ πάντα. οὔτε γὰρ λιμένας προσχοῦν ὑμᾶς οὐδὲν δεῖ νῦν οὔτε βουλευτήριον οὔτε θέατρον ἀνοικοδομεῖν οὔτε ἄλση φυτεύειν. εἰσὶ δὲ καὶ εἰκόνες λοιπαί τινες ἐν πίναξι, καὶ τῶν χαλκῶν ἔργων ὅσον δεῖγμα καὶ τὸ μέγα ἄγαλμα καὶ τὸ ἡμέτερον τουτὶ χωρίον, ἐν ᾧ πολλὰ δὴ πολλάκις μεθʼ ὑμῶν ἠγωνισάμεθα. ὧν εἰ καὶ ὑμεῖς καταφρονεῖτε καὶ τὸ μηδὲν τὰ λοιπὰ κρίνετε, πρὸς τὰ ἀρχαῖα ἀναφέροντες, ἠγάλλοντʼ ἂν εὖ ἴστε ἕτεραι πόλεις εἰ καὶ μέρος παρʼ αὐτοῖς ἦν τι. καὶ μὴν οὐδὲ παράδειγμά γε ὑμᾶς δεῖ μεταπέμπεσθαι οὐδʼ ὑπερόριόν τινα ζηλῶσαι, ἀλλʼ ἀπὸ τῆς Ῥόδου τὴν Ῥόδον ἐκ παλαιᾶς νέαν ποιῆσαι. ἔτι δὲ οἱ μὲν ἐν πολέμοις τε καὶ ταραχαῖς, καὶ οὔτε αὐτοὶ πάνυ τι τὴν ἡσυχίαν ἄγειν δυνάμενοι τῆς τε ἄλλης Ἑλλάδος πάσης ἄνω καὶ κάτω φερομένης, πλέοντες ὁμοῦ καὶ στρατευόμενοι ᾤκιζον τὴν πόλιν, ὥσπερ τινὲς φρούριον ἢ στρατόπεδον ἐκτειχίζοντες ἐπὶ στρατείας. ὑμεῖς δὲ ἐπὶ πολλῆς μὲν εἰρήνης καὶ βαθείας ἡσυχίας, ἣ τὰ πάντων ἀνθρώπων καλῶς ποιοῦσα ηὔξηκε πράγματα, πολλῶν δὲ καὶ συλλαμβανόντων ὑμῖν, οὐ μόνον οὐ κωλυόντων, ἐξέσται τῶν Ἑλλήνων πολλοὺς