Orationes 43
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
554.p22
554.p22
συνεπιλήψεσθαι, ὥσπερ ἔρανον κοινὸν τῷ γένει πληροῦντας, τοὺς μὲν ἀποδιδόντας ὑμῖν εὐεργεσίας ἀνθʼ ὧν ἔτυχον αὐτοὶ δεηθέντες ποτὲ, τοὺς δὲ τὸ τῆς τύχης ἄδηλον ἐν ὑμῖν εὖ τιθεμένους, τοὺς δʼ αὐτὸ τοῦτο δεῖγμα ἐκφέροντας φιλοκαλίας καὶ μεγαλοπρεπείας τὸ ὑμῖν εἰς τὰ παρόντα συνεισενεγκεῖν. μέγιστον δὲ πάντων ἀνθρώπων ἄρχοντος ἐλπὶς, ᾧ μάλιστα χρὴ δοκεῖν εἶναι διὰ σπουδῆς ὡς ἂν οἷόν τε ᾖ τὴν πόλιν ἀναλαβεῖν, ὡς μὴ τὸ κάλλιστον αὐτῷ τῶν κτημάτων ἀτίμως ἐπὶ γῆς κέοιτο μηδὲ σκόπελοι καὶ κόνις τὰ Ῥόδου πράγματα εἴη τὸ λοιπόν.
554.p23
554.p23
ἐνθυμεῖσθαι δὲ χρὴ καὶ τὰ τῶν παλαιῶν. ἔστι μὲν ὡς ἀληθῶς ἀναίσθητον τὰ ὑμέτερα ἀντεξετάζειν τοῖς ὡντινωνοῦν· ὅπερ γὰρ εἶπον τὸ μόνον τὰς συμφορὰς ἐπικουφίζον οὐκ ἔστιν ἐν τοῖς παροῦσι, παράδειγμα· ὅμως δʼ εἰ καὶ μὴ τηλικούτων ἐστερήθησάν τινες, μηδʼ οὕτω πολυειδεῖ κακῷ περιέπεσον, ἀλλʼ οὖν πολλαὶ δὴ πόλεις αἱ μὲν ἀναστάτων τῶν ἐχόντων αὐτὰς γενομένων ἐρημίᾳ κατελύθησαν, αἱ δὲ κατεσκάφησαν, αἱ δὲ ἐνεπρήσθησαν· ὧν ὅσα γνωριμώτατα ἐκλέγοντας ἐνθυμεῖσθαι χρὴ καὶ λέγειν πρὸς ὑμᾶς αὐτοὺς ὅτι ἑάλω μὲν Ἴλιος, ἡ δυνατωτάτη τῶν ἐν τῇ Ἀσίᾳ πόλις κατʼ ἐκείνους τοὺς χρόνους, ἀλλʼ ὅμως οἰκεῖται νῦν Ἴλιος, καὶ ταῦτα δὶς, ὥς φασιν, ἁλοῦσα, ἅπαξ μὲν ὑπὸ Ἡρακλέους, δεύτερον δὲ ὑπὸ Ἑλλήνων κοινῇ τῷ θρυλουμένῳ πολέμῳ· φασὶ δέ τινες καὶ τρίτον ἐν τοῖς κάτω καιροῖς. οἰκοῦνται δὲ Θῆβαι, δὶς καὶ αὐταὶ κατασκαφεῖσαι καὶ τῶν ἐν ἡλικίᾳ πάντων διαφθαρέντων· ὃ ἐνταῦθα οὐκ ἠκρίβωσεν ὁ σεισμὸς, εὖ ποιῶν κατὰ γοῦν τοῦτο τὸ μέρος. ὑμῖν δὲ ὡς ἐν δεινοῖς καὶ τούτοις τηλικούτοις κινδυνεύει τοῦτο καὶ ἀνεκτότατον συμβεβηκέναι. οὐ γὰρ πολέμῳ ληφθεῖσα ὑμῶν ἡ πόλις οἴχεται οὐδʼ ἀνδρῶν χείρων φανεῖσα, οὐδʼ ἔστησεν ἀπʼ αὐτῆς τρόπαιον οὐδεὶς, οὐδʼ ἀπὸ τῶν ὑμετέρων ἀναθημάτων τὰ παρʼ αὑτῷ τις ἱερὰ κοσμήσει, ὥσπερ ὑμεῖς τοῖς ἔξωθεν λαφύροις τὴν ὑμετέραν αὐτῶν πόλιν κατεκοσμήσατε, ἀλλʼ ὥσπερ ἀνὴρ ἐν ἀκμῇ τελευτήσας τὸν βίον αὐτὴ καθʼ αὑτὴν οἴχεται θειοτέραν λαβοῦσα τὴν τελευτὴν, καὶ οὔτε