Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 43
Aristides, Aelius43 555 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
555.p24
555.p24
αἰχμάλωτος ἦκται Ῥοδίων οὐδεὶς οὔτε καθῄρηται Ῥόδος, ἀλλʼ ἀνθήσασα εἰς ὅσον ἐξῆν ἐξαίφνης ἠφάνισται. καίτοι τοὺς τοιούτους τῶν θανάτων οὐδὲ ἰδίᾳ ἐπὶ τῶν ἀνδρῶν ἀδόξους εἶναι συμβέβηκεν. ἀλλʼ Ἀμφιάραος δὺς κατὰ τῆς γῆς ὁμοῦ τῷ ἅρματι σεμνὸς ἥρως ᾁδεται, καὶ ὁ δεξάμενος τόπος τέμενος εἶναι δύναται τὸ λοιπὸν αὐτῷ. κινδυνεύω δὲ εἰπεῖν ὅτι καὶ τοῦτο εἰς ἐγκώμιον τῇ πόλει συντετέλεκε. περὶ μὲν γὰρ τῆς τῶν Λακεδαιμονίων πόλεως ἔχομεν λέγειν ὡς οὐ διεγένετο ἀπόρθητος καὶ περὶ τῶν ἄλλων ἐστὶ τὸ μέλλον ὑποπτεῦσαι· πολλὰ δὲ τοῖς περιοῦσι κινδυνεύεται καὶ πολλοὶ παρʼ ἀξίαν ἤδη καὶ παρὰ πᾶσαν προσδοκίαν ὑπὸ τῶν τυχόντων ἐσφάλησαν, οἳ πρὶν ἐνταῦθα ἐλθεῖν ἀκραιφνὲς καὶ κρεῖττον ἁπάσης ἐλπίδος τὸ φρόνημα ἔσωζον, αὕτη δὲ βεβαίως ἀήττητος οἴχεται, ὥσπερ ἀνὴρ ἀθλητὴς ἐν ταῖς εὐτυχίαις καταλύσας τοὺς πόνους, καὶ τὴν ἔμπροσθεν ἀκμὴν καὶ δύναμιν καὶ λαμπρότητα ἐπεσφραγίσατο τῇ τελευτῇ. οὐ γὰρ εὖ πράξασα, εἶτα χεῖρον ἔπραξεν οὐδʼ ἀεὶ κατὰ μικρὸν ἕως ἀπέσβη, ἀλλʼ οὖσα μὲν ἦν μεγίστη, πρότερον δʼ εἰς τὸ μηκέτʼ εἶναι κατῆλθεν ἢ τῆς ὑπαρχούσης ἀξίας ὑφεῖλεν. ἃ χρὴ λογιζομένους μήτε ὑπερασχάλλειν τῷ συμβεβηκότι μήτʼ ἀπαλγήσαντας ἐᾶν, ἀλλʼ ἐκεῖνο ὁρᾶν ὅτι ὥσπερ ἐκ τῆς μεγίστης εὐτυχίας εἰς τοὔσχατον ἦλθεν, οὕτως οὐδὲν ἀπεικὸς καὶ οὕτως πεπραγυῖαν ἀναστῆναι πάλιν καὶ προσδέχεσθαι τὴν ἐπὶ θάτερον τῆς τύχης ἤδη μεταβολὴν, ὅσῳ καὶ συνηθέστερον τῇ πόλει τὸ εὖ πράττειν τοῦ κακῶς. καὶ τοῦ μὲν θεοφιλὴς εἶναι πολλὰ καὶ πάλαι καὶ νῦν ἐξενήνοχε δείγματα, τοῦ δὲ ἐναντίου τοσοῦτον ἀφέστηκεν ὅσον πλεῖστον ἐξῆν. διʼ ἃ πάντα χρὴ καὶ τὸ συμβεβηκὸς ἐνεγκεῖν ὡς πραότατα καὶ τῶν δευτέρων ἐρρωμένως ἀντέχεσθαι καὶ τὸν λόγον βεβαιῶσαι ὅτι οὐκ οἰκίαι καλῶς ἐστεγασμέναι οὐδὲ λίθοι τειχῶν εὖ δεδομημένοι οὐδὲ στενωποί τε καὶ νεώρια ἡ πόλις, ἀλλʼ ἄνδρες χρῆσθαι τοῖς ἀεὶ παροῦσι δυνάμενοι, καὶ μὴ νομίζειν οὕτω τινὰ εἶναι συμφορὰν ἰσχυρὰν ἧς

Intertext edge

Open linked passage

Note