Orationes 43
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
556.p25
556.p25
μὴ καὶ λύσιν ἔστιν εὑρεῖν, μηδʼ οὕτως μικρὰς ἔχειν ἀφορμὰς διʼ ὧν οὐκ ἄν τις καὶ τῶν μεγίστων περιγένοιτο, ἐπισταμένους ἀκοῇ ὅτι Ἀθηναίων τῆς ἡγεμονίας στερηθέντων καὶ τὰ τείχη ταῖς ἑαυτῶν χερσὶ κατασκαψάντων καὶ τοσοῦτον μεταπεσόντων ἐκ τῆς ἀρχαίας εὐδαιμονίας, ὥστε ἐπὶ τριάκοντα αὐτῶν εἶναι δεσπόταις, καὶ τοῖς ἐκ Λακεδαίμονος φρουροῖς ἑβδομήκοντα ἄνδρες οἱ πρῶτοι συστάντες καὶ Φυλὴν καταλαβόντες τοσοῦτον αὖ μεταβαλεῖν ἐποίησαν ἅπαντα τὰ πράγματα, ὥστε κατέσχον μὲν τὸν Πειραιᾶ, κύριοι δὲ τῶν λιμένων κατέστησαν, ἔσωσαν δὲ καὶ ἑαυτοὺς καὶ τοὺς ἑαυτῶν, τὴν πόλιν δὲ ἐκομίσαντο καὶ τὴν πάτριον πολιτείαν, τὰς Λακεδαιμονίων φρουρὰς ἀπαλλάξαντες· ἐξ ὧν καὶ περὶ αὑτῆς βουλεύσασθαι καὶ περὶ τῶν ἄλλων Ἑλλήνων ἠδυνήθη πάλιν ἡ πόλις καὶ τὰ τείχη περιβαλέσθαι καὶ τὴν ἀρχὴν τῆς θαλάττης ἀναλαβεῖν διʼ ἑνὸς ἀνδρὸς φυγάδος Κόνωνος, ὃς ὅτε αἱ τριήρεις αὐτοῖς ἀπώλοντο ἐν Αἰγὸς ποταμοῖς, μόνος ἐξ ἁπάντων ἀποδρὰς ᾤχετο.
556.p26
556.p26
εἰ τοίνυν μήτε Θρασύβουλος ἀπέγνω τὰ πράγματα μηδὲ ἐνεθυμήθη, τί δʼ ἂν εἶεν ἑβδομήκοντα ἄνθρωποι πρὸς τὴν Λακεδαιμονίων ἀρχὴν καὶ τὴν κατέχουσαν τύχην τότε κοινῇ τὴν Ἑλλάδα—πάντες γὰρ ὁμοίως ὑποκεκύφεσαν αὐτοῖς—μήτε ὁ Κόνων ἀδυνάτων ἐρῶν ᾔσθετο, ὅτε οὐδʼ ὁτιοῦν ἔχων πλὴν τοῦ σώματος ἔγνω τὰ τείχη πάλιν τῇ πόλει στῆσαι καὶ τὴν ἀρχὴν ἀνανεώσασθαι, πῶς οὐκ εὔδηλόν ἐστιν ὅτι γνώμῃ καὶ φρονήματι καὶ καρτερίᾳ ψυχῆς τὰ πολλὰ τῶν πραγμάτων, ἀλλʼ οὐ τῷ πλήθει τῶν ὑπαρχόντων κρίνεται; τί δὲ δεῖ λέγειν τὴν παλαιὰν ἔκλειψιν αὐτῶν τῆς πόλεως, ὅτε ἐξεπίτηδες αὐτὴν προήκαντο τοῖς βαρβάροις ἐμπρῆσαι καὶ ἱερὰ καὶ τάφους τοὺς ἐν τῇ χώρᾳ, τὴν ἐν Σαλαμῖνι βουλὴν ὑπὲρ τῶν Ἑλλήνων καὶ ὧν ἐκ τούτων ἔτυχον; οὐδεὶς γὰρ ταῦτά γε Ἑλλήνων οὐδὲ βαρβάρων ἀγνοεῖ, ἥκιστα δὲ ὑμεῖς, ὅσῳ καὶ παιδείᾳ πλεῖστον ἁπάντων προέχετε. καὶ νῦν μέν γε ὑμεῖς χρῆσθε τούτοις παραδείγμασι. γιγνομένων δὲ καὶ