Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 44
Aristides, Aelius44 561 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
561.p7
561.p7
ἔπειθʼ ἃ ποιεῖ πάσχουσα ἀναφαίνεται, καὶ τὴν δίκην ἐπʼ αὐτῶν δίδωσι τῶν πραγμάτων. ἅ μοι δοκεῖ καὶ Ἡσίοδος προορώμενος τὰς ἔριδας πάσας πόρρωθεν κωλύειν, ἥτις μὴ πρὸς ἔργον παρακαλεῖ· εἰκότως. οὐ γάρ ἐστιν οὐ σίδηρος, οὐ χαράκωμα, οὐχ ὅπλον οὐδὲν φοβερὸν ταῖς πόλεσιν, ἂν εὖ φρονεῖν ἐθέλωσι μόνον· ἀλλὰ καὶ ταῦτα ὑπὸ τῆς ἀνοίας καθʼ αὑτῶν ἰσχυρὰ ποιοῦσιν οἱ πολλοί. τὰ μὲν τοίνυν ἄλλα παροφθέντα ἐπίκαιρον ποιεῖ τὴν ζημίαν καὶ οὐ πάσαις ταῖς ψήφοις ἡμάρτηται, τὸ δʼ ἐπʼ ἀλλήλους τρέπεσθαι καὶ τὴν ἐπὶ τῇ κοινῇ σωτηρίᾳ κατοικίαν γενομένην ταύτην διαλύοντας καὶ διασπῶντας τὰ αὑτῶν εὖ τίθεσθαι νομίζειν ἑκάστους ἐξαίρει πᾶσαν ἀνθρώπων ἄνοιαν· τοσοῦτον ὑπερβάλλει.
561.p8
561.p8
καὶ μὴν οὐδὲ Σόλωνος ἔξω τοῦ καιροῦ ποιεῖν ἄν μοι δοκῶ μνησθεὶς, ἄλλως τε καὶ οὗ νόμων καὶ πολιτείας ἐξετασμός. ἐκεῖνος τοίνυν ἐν τοῖς ἐλεγείοις διεξιὼν περὶ τῶν αὑτῷ πεπολιτευμένων ἐπὶ τούτῳ μάλιστα πάντων σεμνύνεται, τῷ καταμῖξαι τὸν δῆμον πρὸς τοὺς δυνατοὺς, ὅπως ἂν μιᾷ γνώμῃ τὴν πόλιν οἰκῶσι, μηδέτεροι πλεῖον ἰσχύοντες ἢ κοινῇ συμφέρει. καίτοι τοῦτʼ ἐστὶν οὐ μόνον προτρέποντος εἰς ὁμόνοιαν, ἀλλὰ καὶ δεικνύντος ὅπως αὐτὴν κτᾶσθαι προσήκει. καὶ τί δεῖ καθʼ ἑκάστους λέγειν; οὐ γάρ ἐστιν οὐ ποιητὴς, οὐ νομοθέτης, οὐ ῥήτωρ, ὅστις ὡς ἔπος εἰπεῖν ἄλλοθέν ποθεν ἄρχεται, οὐδʼ ἄλλο τι πρεσβεύει τῆς πρὸς ἀλλήλους φιλίας καὶ πίστεως· εἰκότως καὶ ἀναγκαίως. εἰ γὰρ τῶν συμμάχων οὗτοι πιστότατοι καὶ ἀναγκαιότατοι οἵτινες ἂν τὸν αὐτὸν ἐχθρὸν καὶ φίλον νομίζωσιν, ἦ που σφᾶς γε αὐτοὺς ὡς ἐχθροὺς προσορᾶν οὐ σωτήριον. τίσι γὰρ καὶ χρῆσθαι τῶν ἔξω δυνατὸν τοὺς αὑτοῖς οὐκ ἔχοντας; γνοίη δʼ ἄν τις καὶ τῇ προσηγορίᾳ τεκμαιρόμενος, μόνον γοῦν τοῦτο νόσημα πόλεως κέκληται. καίτοι πῶς οὐκ ἄτοπον τῶν μὲν ἐν τοῖς σώμασιν ἀρρωστημάτων, ἃ μέρει τινὶ λυμαίνεται, τοσαύτην πρόνοιαν ἔχειν ὥστε τάχιστα παύεσθαι, τῶν δὲ ἀπολλύντων δημοσίᾳ τὰς πόλεις μὴ τὴν ταχίστην ἀπαλλαγὴν ζητεῖν,

Intertext edge

Open linked passage

Note