Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 44
Aristides, Aelius44 568 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
568.p18
568.p18
συμβολαίων, καὶ ξένων ὑποδοχαὶ καὶ θεῶν θεραπεῖαι καὶ πρόσοδοι καὶ χοροὶ καὶ θυμηδίαι, ἔτι δὲ ἐκκλησίαι καὶ βουλευτήρια, ἃ θεῶν ἡ πρεσβυτάτη συνάγει Θέμις, καὶ πένησιν ἀφορμαὶ βίου καὶ πλουσίοις ἀπόλαυσις τῶν ὄντων, καὶ πρεσβύταις γηροκομηθῆναι καὶ νέοις ἐν κόσμῳ ζῆν, καὶ τὸ λεγόμενον δὴ τοῦτο πάντα κοινὰ, ὥσπερ τὸ τοῦ ἡλίου φῶς, ὑφʼ ᾧ σωζόμεθα. καίτοι πῶς οὐκ ἄλογον τῶν μὲν πολιτευομένων τούτους μάλιστα ἐπαινεῖν οἵτινες ἂν πλείστας ὑμῖν τὰς εὐφροσύνας παρασκευάζωσιν, ἢ θεάματα ἀνευρίσκοντες, ἢ χρήματα νέμοντες, ἢ κοσμοῦντες ἑνί γέ τῳ τρόπῳ τὴν πόλιν, αὐτοὺς δὲ τοσούτων ἀγαθῶν ἑκόντας ἀποστατεῖν, ὥσπερ ἄλλοις τισὶν, ἀλλʼ οὐχ ὑμῖν αὐτοῖς λυμαινομένους; δεῖ τοίνυν ὥσπερ ζωγράφου τινὸς εἰκόνας ἀμφοῖν προτεθεικότος βλέποντας ἐναλλὰξ εἰς ἑκατέραν, ἢ καὶ ποιητοῦ τινος διηγουμένου, ὡς ἡ μὲν εὐσχήμων καὶ εὐπαγὴς καὶ εὔχρους καὶ εὔχαρις καὶ ὁμολογοῦσα ἑαυτῇ διὰ πάντων ἀκριβῶς ἐκ θεῶν ἥκουσα ἐπὶ γῆν, ἡ δʼ ἑτέρα θεαμάτων πάντων πικρότατον, τὴν μὲν κεφαλὴν ὑπτία, τὰ δὲ χείλη πελιδνὴ, τοὺς δὲ ὀφθαλμοὺς ἀπεστραμμένη, διεφθαρμένη, ἐξῳδηκυῖα, δάκρυσι νεορράντοις ἀεὶ συνεχομένη, τὼ χεῖρε ἀκρατὴς, τὸ ξίφος εἴσω πρὸς τὸ στῆθος φέρουσα, ἐπὶ λεπτῶν τῶν ποδῶν καὶ σκολιῶν αἰωρουμένη, περὶ δὲ αὐτὴν ὥσπερ δίκτυον ἐν κύκλῳ ζόφος καὶ σκότος, ὑφʼ ὧν τὰ πολλὰ μνήμασιν ἀνθʼ ἱερῶν ἐνδιαιτᾶται. πρὸς ταῦτα χρὴ βλέποντας οὕτω τὴν αἵρεσιν ποιεῖσθαι, δοκιμάζοντας ἐπὶ σχολῆς ὁποτέρᾳ βέλτιον συνεῖναι. καὶ μὴν ἅπασι μὲν ἀνθρώποις τοῦ παντὸς ἄξιον σπουδάζειν ὑπὲρ τῆς ὁμονοίας· ὅσῳ δὲ ὑμῖν μάλιστα τῶν ἄλλων οὐ πολλοῦ λόγου δεῖξαι, οἳ τὸ μὲν ἀρχαῖον ἐστὲ Δωριεῖς ἐκ Πελοποννήσου, μόνοι δὲ εἰς τοῦτον τὸν χρόνον Ἕλληνες διὰ παντὸς, Ἡρακλείδαις δὲ καὶ Ἀσκληπιάδαις ἀρχηγέταις καὶ βασιλεῦσι κέχρησθε. πρὸς δὲ τούτοις ἡ πόλις ὑμῶν καλλίστη τῶν Ἑλληνίδων διὰ πάσης τῆς κατασκευῆς. καίτοι δεινὸν τῶν μὲν σωμάτων τῶν καλῶν καὶ τοῖς ἀλλοτρίοις πλείω τὴν πρόνοιαν εἶναι, ὑμᾶς δὲ

Intertext edge

Open linked passage

Note