Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 44
Aristides, Aelius44 569 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
569.p19
569.p19
τῶν ὑμετέρων αὐτῶν καλῶν μὴ φείδεσθαι. ἐνθυμήθητε δὲ ὅσην φιλοτιμίαν ὑμῖν ἔχει τὰ ὑπὸ τῶν ποιητῶν εἰς ὑμᾶς εἰρημένα, ὧν ἐγὼ τοὺς λόγους ὑπερβὰς τῆς Ὁμήρου μόνης μαρτυρίας μνησθήσομαι. ἔχει δὲ αὕτη πῶς;
569.p19
οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες,
569.p19
Λίνδον, Ἰηλυσσόν τε καὶ ἀργινόεντα Κάμειρον.
569.p19
δάκνομαι μὲν ἔγωγʼ ἤδη πρὸς τὸ ῥῆμα, σκοπῶν ὡς ἀναξίως αὐτοῦ διακείμεθα, οὐδενὶ κόσμῳ νῦν ἀγόμενοι. τὰ δὲ λοιπὰ ποῖʼ ἄττα τῆς μαρτυρίας;
569.p19
τριχθὰ δὲ ᾤκηθεν καταφυλαδὸν ἠδὲ φίληθεν
569.p19
ἐκ Διὸς, ὅστε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει.
569.p19
ἐνθυμεῖσθʼ ὅτι πάντα σχεδὸν εὐφημήσας εἰς τοὺς Ἕλληνας ὁ ποιητὴς τὰ μέγιστα τῶν πάντων ὑμῖν ἀνέθηκε. πότερον οὖν στασιάζοντες καὶ τεταραγμένοι καὶ ὑμᾶς αὐτοὺς μισοῦντες μᾶλλον ἂν εἶναι θεοφιλεῖς ἡγεῖσθε καὶ τὰ παρὰ τοῦ ποιητοῦ βεβαιοῦν, ἢ διʼ εὐνομίας καὶ ὁμονοίας ἄγοντες τὴν πόλιν;
569.p20
569.p20
εἶεν. θεοφιλεῖς δὲ ὄντες πότερον στασιάζειν καὶ ταράττεσθαι καὶ κατάραις ἐχθρῶν συζῆν μᾶλλον ἂν οἴεσθε ἢ τοὐναντίον ὡς αἱ τῶν σωφρόνων εὐχαὶ πράττειν, τιμᾶν μὲν τοὺς θεοὺς, γνωρίζειν δὲ ἀλλήλους, εὐθενεῖν δὲ τοῖς ἅπασιν; οὐκοῦν ἐπειδὴ διʼ ἀμφοτέρων ἡ μὲν στάσις ὑμῶν ἀλλότριον καὶ θεοῖς ἐχθρὸν, ἡ δὲ ὁμόνοια μόνον σωτήριον φαίνεται, προσήκει δήπουθεν ὡς ἐν χρημάτων λογισμῷ τὸ συμβαῖνον δέχεσθαι. καὶ μὴν οὐδʼ ἐκεῖνο εὔλογον, τοὺς μὲν προγόνους ὑμῶν τριχῆ πρότερον μεμερισμένους συνελθεῖν εἰς ταυτὸν ὑπὲρ τῆς πρὸς ἀλλήλους ὁμονοίας καὶ πίστεως καὶ μίαν ἐξ ἁπασῶν πόλιν οἰκῆσαι, ὑμᾶς δὲ ἐκ μιᾶς πόλεως πολλὰς ἀποφῆναι τῷ διῃρῆσθαι. ὑπερβολὴ δʼ ἂν γένοιτο, εἰ τριχῆ μὲν οἰκοῦντες ἓν καὶ ταυτὸν φρονοῦντες ἐδείκνυσθʼ, ὁμοῦ δʼ ὄντες ἀλλήλοις πολεμήσετε. οὐκ αἰσχύνεσθε τὸν Ἥλιον, ὃς τοῖς μὲν ἄλλοις θεατής ἐστι τῶν γιγνομένων, ὑμῶν δὲ καὶ ἀρχηγέτης; οὐχ ἕκαστος ὑμῶν τὴν παροῦσαν ἡμέραν ἡγήσεται ταύτην πρώτην εἶναι τῇ νήσῳ τῆς γενέσεως, ὅτʼ ἐκ τῆς θαλάττης ἀνῄει δῶρον τῷ θεῷ; οὐχ ὅπως μὴ τῶν

Intertext edge

Open linked passage

Note