Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
100.p112
100.p112
πίστις, ἵνʼ ὡς ἀληθῶς καὶ τὴν τοῦ Ἀμφίονος ῥῆσιν ἀνταποδῶ καὶ τὸν Ζῆθον ἀναμνησθῶμεν εἰπεῖν, εἰ μὴ κατὰ τὸν Εὐριπίδην εἷς ἀμφοτέρους ποιήσει τοὺς λόγους, ἀλλὰ κατʼ αὐτοὺς ἐκείνους διελώμεθα. νεωστὶ γὰρ τῶν ἀνθρώπων γεγονότων καὶ τῶν ἄλλων ζώων θόρυβος πολὺς ἦν κατὰ τὴν γῆν καὶ ταραχή. οὔτε γὰρ αὐτοί σφισιν εἶχον ὅ τι χρήσονται, οὐδὲ γὰρ ἦν οὐδὲν τὸ συνάγον, ἀλλʼ οἱ μείζους τοὺς ἐλάττους ἦγον, οὔτε τοῖς ἄλλοις ζώοις εἶχον ἀνταρκεῖν· πᾶσι γὰρ πάντων ἀπελείποντο ἄλλοτε ἄλλων, τάχει μὲν τῶν πτηνῶν ἁπάντων—ὅπερ οὖν Ὅμηρος ἔφη τοὺς Πυγμαίους πάσχειν ὑπὸ τῶν γεράνων, πᾶσι τοῖς τότε ὑπὸ πάντων συνέβαινε τῶν ἀλκίμων ὀρνίθων— κατʼ ἰσχὺν δʼ αὖ πόρρω καὶ τῶν λεόντων καὶ τῶν κάπρων καὶ πολλῶν ἄλλων ἦσαν· ὥστʼ ἀπώλλυντο σιγῇ. καὶ μὴν τῇ γε κατασκευῇ τοῦ σώματος οὐ μόνον τῶν προβάτων, ἀλλὰ καὶ τῶν κοχλιῶν ἀπελείποντο, οὐδεὶς αὐτῶν ὑπάρχων αὐτάρκης. φθειρομένου δὲ οὕτω τοῦ γένους καὶ κατὰ μικρὸν ὑπορρέοντος κατιδὼν ὁ Προμηθεὺς ἀεί πως ὢν φιλάνθρωπος ἀνέρχεται πρεσβευτὴς ὑπὲρ τῶν ἀνθρώπων, οὐχ ὑπὸ τῶν ἀνθρώπων πεμφθεὶς, οὐδὲ γὰρ πρέσβεις πέμπειν ἦν πω τότʼ εἰδέναι, ἀλλʼ αὐτὸς ἀφʼ ἑαυτοῦ. ὁ δὲ Ζεὺς τοῦ τε Προμηθέως ἀγασθεὶς δίκαια λέγοντος καὶ ἅμα καθʼ ἑαυτὸν εἰληφὼς λογισμὸν τοῦ πράγματος, τῶν αὑτοῦ παίδων Ἑρμῆν κελεύει ῥητορικὴν ἔχοντα ἐλθεῖν εἰς ἀνθρώπους. ὁ μὲν οὖν Προμηθεὺς καθʼ ἕκαστον ἅπασι τάς τε αἰσθήσεις καὶ τἄλλα μέλη τοῦ σώματος ἦν συμπεπλακὼς πρότερον, τὸν δὲ Ἑρμῆν οὐχ οὕτως ἐκέλευσεν ὥσπερ θεωρικοῦ διάδοσιν διελεῖν, ἵνα πάντες ῥητορικῆς ἐφεξῆς μετέχοιεν, ὥσπερ ὀφθαλμῶν καὶ χειρῶν καὶ ποδῶν, ἀλλʼ ἐπιλεξάμενον τοὺς ἀρίστους, καὶ γενναιοτάτους καὶ