Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
101.p113
101.p113
τὰς φύσεις ἐρρωμενεστάτους, τούτοις ἐγχειρίσαι τὸ δῶρον, ἵνʼ ὁμοῦ σφᾶς τε αὐτοὺς καὶ τοὺς ἄλλους σώζειν ἔχοιεν. ἀφικομένης δὲ ῥητορικῆς εἰς ἀνθρώπους οὕτως ἐκ θεῶν ἠδυνήθησαν μὲν οἱ ἄνθρωποι τὴν μετὰ τῶν θηρίων δίαιταν χαλεπὴν ἐκφυγεῖν, ἐπαύσαντο δὲ ἐχθροὶ πάντες ὄντες ἀλλήλοις ἐν κύκλῳ, κοινωνίας δʼ εὗρον ἀρχήν. καταβάντες δὲ ἐκ τῶν ὀρῶν ἄλλοι κατʼ ἄλλα μέρη τῆς οἰκουμένης ἐπλησίασαν, τό γε πρῶτον ὕπαιθροι, μετὰ δὲ τοῦτο ἤδη λόγου νικήσαντος πόλιν τε κατεσκευάσαντο καὶ διεκρίθησαν οὐχ ὥσπερ πρότερον ὡς ἔτυχεν, ἀλλʼ εἴς τε συντάξεις κοινωνιῶν καὶ τοὺς πόλεων ἡγεμόνας νόμους ἔθεντο καὶ ἄρχοντας καὶ πολιτείαν ἐνόμισαν, καὶ θεοῖς χαριστήρια ἀνήγαγον, πρώτας ἀπαρχὰς ποιησάμενοι τὰς ἀπὸ τῶν λόγων, αἷς ἔτι καὶ νῦν χαίρειν μάλιστα τοὺς θεοὺς λόγος αἱρεῖ, ὅτι καὶ γνωρίσαι πρῶτον αὐτοῖς τοὺς θεοὺς ὑπῆρξεν ἐντεῦθεν. οὕτως ἄνθρωπος ἤρθη μέγας ἐξ ἀσθενοῦς καὶ σαθροῦ τοῦ κατʼ ἀρχὰς, καὶ πρόσθεν καταφρονούμενος ὡς οὐδὲν πρᾶγμα κύριός ἐστιν ἐξ ἐκείνου τοῖς ἐν τῇ γῇ, τοῦτο ὅτι βούλεται χρῆσθαι, πρόβλημα ποιησάμενος ἀντʼ ἄλλου φυλακτηρίου τὸν λόγον. καὶ ὁ μὲν μῦθος ἡμῖν ταύτην ἐχέτω τὴν τελευτὴν, οἶμαι κεφαλὴν οὐδὲν ἄτιμον εἰληφώς. ὅτι δʼ οὐκ ἄλλως μῦθος ταῦτα οὐδʼ ὄναρ, ἀλλʼ ὕπαρ, καὶ ὁ τῶν· πραγμάτων αὐτῶν ἐστι λόγος δῆλον ἐξ αὐτῶν. οὐκοῦν οὐ μόνον ἐξ ἀρχῆς ῥητορικῆς δύναμις διώρισε ταῦτα καὶ κατέστησεν, ἀλλὰ καὶ τὰς ἐκ πλείστου τῶν πόλεων οἰκουμένας ἔτι καὶ νῦν ῥητορικὴ συνέχει τε καὶ κοσμεῖ, πρὸς τοὺς παρόντας ἀεὶ κόσμους ζητοῦσα τὸ πρόσφορον. ὥσπερ γὰρ ἔφην ἀρτίως, ἡ μὲν νομοθετικὴ θεῖσα τοὺς νόμους εὐθὺς ἀπήλλακται, καὶ ἡ δικαστικὴ μετὰ τὴν ψῆφον οὐδὲν πολυπραγμονεῖ, ἡ δὲ ὥσπερ τις ἄγρυπνος φρουρὸς οὐ καταλύει τὴν φυλακὴν, ἀλλʼ ἐκείναις τε συνῆν ἐξ ἀρχῆς ἡγουμένη τε καὶ προδιδάσκουσα καὶ καθʼ αὑτὴν αὖθις ἕκαστα ἐπέρχεται, εἰσηγουμένη,