Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 102 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
102.p114
102.p114
πρεσβεύουσα, ἀεὶ τὸ παρὸν συντιθεμένη· καὶ οὐδʼ ἂν πάντα τἀδικήματα καὶ ἁμαρτήματα ἐξ ἀνθρώπων ἀπέλθῃ, οὐδὲν μᾶλλόν ἐστιν ἄχρηστον, ὥσπερ νόμων οὐδὲ δικαστῶν οὐδὲν ἄν που δέοι τούτου συμβάντος· ἀλλὰ ἕως ἂν ᾖ τὸ χρῆσθαι καὶ καθʼ αὑτοὺς ἀλλήλοις καὶ τοῖς ἄλλοις, τὰ ἔργα τῇ ῥητορικῇ σώζεται. οὐ μόνον δὲ τῶν ἄλλων ζώων τῇ τοῦ λόγου φύσει προέχοντες τοσοῦτον ἐσμὲν πρότεροι, ἀλλʼ οὐδὲ τῶν ἄλλων ζώων οὐδὲ τῶν ὁμοφύλων τοσοῦτον διαφέρει παρʼ οὐδὲν τῶν ἰδίων ὡς ἄνθρωπος ἀνθρώπου παρὰ τὸν λόγον. οὐ τοίνυν οὐδὲ ἐν ἀνθρώποις αἵ γε ἄλλαι δυνάμεις τοσοῦτον παραλλάττουσιν ἢ διαρκοῦσιν. ὁ μὲν γὰρ χρήμασι νικῶν ἕνα καὶ δύο ἴσως νικᾷ, τριῶν δὲ ὁμοῦ καὶ τεττάρων ἀναμιξάντων τὰς οὐσίας οὐκ ἂν εἴη πλουσιώτερος· εἰ δὲ καὶ τεττάρων, ἀλλʼ οὐ δὶς τοσούτων· εἰ δέ τοι καὶ πολλαπλασίων, ἀλλʼ οὐ πάντων τῶν ἐν τῇ πόλει· εἰ δὲ καὶ πάντων τῶν ἐν τῇ ἑαυτοῦ, ἀλλʼ οὐ δή που καὶ τῶν ἀστυγειτόνων· εἰ δὲ κἀκείνων, ἀλλʼ οὐκ ἀμφοῖν γε ὁμοῦ, πολὺ δὲ οἶμαι καὶ μᾶλλον οὐ τῶν κατὰ πᾶσάν γε ὁμοῦ τὴν Ἑλλάδα, παντάπασι δὲ ἀμήχανον τῶν κατὰ πᾶσαν τὴν ἤπειρον. ὁ δὲ δὴ λόγῳ νικῶν ὁμοίως καθʼ ἕκαστον καὶ πάντων ἀθροισθέντων ἐστὶν ἔμπροσθεν, καὶ ὅσον κρατεῖ, μένει διηνεκὲς αὐτῷ, καὶ οὐκ ἀπόλλυσιν. οὐ γὰρ δὴ συνεισενεγκεῖν γε ἔστιν ὥσπερ χρήματα, οὐδὲ ἐράνῳ τὸ ἔλλειμμα ἀναπληρῶσαι. καὶ ὁ μέν γε κατʼ ἰσχὺν προφέρων εἰ καὶ ἑνὸς εἴη κρείττων, ὑπὸ δυοῖν γʼ ἂν αὐτὸν κατείργεσθαί φησι καὶ Ἀρχίλοχος καὶ ἡ παροιμία. εἰ δʼ οὖν καὶ ἀμφοτέρων ὑπερέχοι, ῥᾴδιον εὑρεῖν ὁπόσοι κρείττους περιφανῶς γένοιντο. συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν ἔφη Ὅμηρος, τὴν κατʼ ἰσχὺν ὀνομάζων. ἀλλʼ οὐχὶ λόγους γʼ ἂν ἀμείνους

Intertext edge

Open linked passage

Note