Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
103.p115
103.p115
σύμπαντες παράσχοιντο ἑνὸς τοῦ καθʼ ἕκαστον ὑπερφέροντος, οὐδὲ συμφερτῇ ἀρετῇ τοῦτο κρίνεται, ἀλλʼ εἷς καὶ πολλοὶ τὸ ἴσον δύνανται, τὸ ἐπιβάλλον τῆς ἥττης σώζων ἕκαστος ὥσπερ ἐν κάλλει. ἕως γὰρ ἂν μὴ παρʼ αὐτοῦ τὸ κρεῖττον παρέλθῃ, ἥ γε κοινωνία καὶ τὸ πλῆθος οὐδενὸς ἄξιον, οὐδʼ ἂν τὴν Δαρείου στρατιὰν ἄγῃς. ᾧ καὶ μεγίστῳ δείκνυται ὅση τις ἡ τῷ λόγῳ πρὸς τὸ καλὸν συγγένεια, καὶ ὅτι τοῦτʼ ἐν ψυχῇ λόγοι, ὅπερ κάλλος ἐν σώματι. καίτοι καὶ περὶ τούτου τοῦ μέρους ἔχοι τις ἂν εἰπεῖν ὅτι κάλλος μὲν χρόνος ἐξελέγχει ῥᾳδίως, ἀμέλει καὶ τὸ τῆς ὥρας ὄνομα αὐτῷ συγκεκλήρωται· οἱ δὲ λόγοι τῷ χρόνῳ συμπροβαίνουσι, καὶ τούς γε βελτίστους αὐτῶν οὐδὲν οὕτως ὡς χρόνος δείκνυσιν, ὥσπερ τὸν δίκαιον ἄνδρα ἔφη Σοφοκλῆς μόνῳ τῷ χρόνῳ φαίνεσθαι· τὸ τῆς προσθήκης ἀφαιρῶ, ὅτι οὐ μόνον τῷ χρόνῳ οἵ γε δὴ λόγοι, ἀλλὰ καὶ παραχρῆμα ἅπτεσθαι πεφύκασι, καὶ μόνων τούτων τὴν ὥραν ἀθάνατον εἶναι συμβέβηκε. καὶ ὁ μὲν χρήματα κεκτημένος οὓς ἂν εὖ ποιεῖν οἴηται δεῖν, ἀφαιρῶν ὧν ἔχει ποιεῖ, ὥστʼ ἐλάττω τὰ λοιπὰ καθίστησι τοῖς προειμένοις· εἰ δὲ δὴ καὶ συνεχῶς ἐμμείναι τῇ τοιαύτῳ φιλονεικίᾳ, ταχὺ δή που τοῦ ταῦτα ἐπικουρήσοντος αὐτῷ προσδεήσεται· ἡ δὲ τῶν λόγων κτῆσις καὶ δύναμις παρὰ τὴν χρῆσιν οὐκ ἀναλίσκεται, ἀλλʼ εἰ οἷόν τε εἰπεῖν, καὶ μάλιστα τούτῳ αὔξεσθαι πέφυκε. τὸ δὲ αἴτιον ὅτι χρήματα μὲν κάτωθεν λαμβάνομεν ἐκ τῶν μετάλλων καὶ λιθοτομιῶν καὶ παρὰ σκυθρωπῶν τῶν ἔργων, λόγοι δὲ ἡμῖν παρὰ τῶν οὐδὲν ἀπολλύντων διʼ ὧν ἡμᾶς εὖ ποιοῦσιν ἥκουσι. τῆς οὖν θείας φύσεως εἰκότως μετέχουσι μόνοι. καὶ μὴν νόσους μὲν εἴ τις ἐξ ἀνθρώπων ἀνέλοι τῷ λόγῳ, μηδὲν δεῖν ἰατρικῆς ἔστʼ εἰπεῖν, ὥσπερ μηδὲν δεῖν κυβερνήτου μὴ πλέοντι·