Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
106.p118
106.p118
μᾶλλον θαυμασθῆναι παρὰ τοὺς λόγους. Πίνδαρος δὲ τοσαύτην ὑπερβολὴν ἐποιήσατο ὥστε ἐν Διὸς γάμῳ καὶ τοὺς θεοὺς αὐτούς φησιν ἐρομένου τοῦ Διὸς εἴ του δέοιντο αἰτῆσαι ποιήσασθαί τινας αὑτῷ θεοὺς, οἵτινες τὰ μεγάλα ταῦτʼ ἔργα καὶ πᾶσάν γε δὴ τὴν ἐκείνου κατασκευὴν κατακοσμήσουσι λόγοις καὶ μουσικῇ. καὶ ταῦτα οὐ ποιηταὶ μόνοι, ἀλλὰ καὶ πάντες ἄνθρωποι προσομολογοῦσιν· ὡς τὰ μὲν ἄλλα ἢ ψυχαγωγίαν ἢ χρείαν ὡς ἐπὶ πλεῖστον εἰπεῖν ἔχει, μόνον δὲ τοῦτο μάλιστά γε ἄμφω πληροῖ καὶ μετὰ τῶν ὠφελειῶν τὴν χάριν θαυμαστὴν ἔχει, ὥστε καὶ ὅταν εἰς πολέμους ἀλλήλοις ἔλθωσιν ἅνθρωποι, τοὺς παρὰ τῶν αὐτοχείρων πρέσβεις ἀφικνουμένους δέχονται καὶ ἀποπέμπουσιν, ἐνθυμούμενοι τὸ τῶν ῥητόρων φῦλον, ὑπεξαιρούμενοι τὴν τοῦ λόγου φύσιν, αἰδούμενοι ὅτι ἐξ ἀρχῆς ἐπὶ σωτηρίᾳ καὶ κοινῇ χρείᾳ τοῦ γένους εἰσῆλθε. καὶ ἡ μὲν ἐν τοῖς ὅπλοις ἕξις ἄχρηστος ἐπʼ εἰρήνης, ἡ δʼ ἐν τοῖς λόγοις δύναμις ἐν τοῖς πολέμοις οὐκ ἄτιμος, ἀλλὰ καὶ πολίταις χρήσιμος καὶ πολεμίοις αἰδέσιμος, καὶ τῶν ὅπλων πολλάκις ἐν τῷ τῶν ὅπλων καιρῷ περιγίγνεται. δοκοῦσι δʼ ἔμοιγε καὶ τὸν Ἑρμῆν οἱ ποιηταὶ τὸν τῆς σοφίας ταύτης ἡγεμόνα καὶ προστάτην τούτου χάριν τῷ κοινῷ τῶν θεῶν μόνον καλεῖν ὀνόματι. κοινῇ μὲν γὰρ ἅπαντας δωτῆρας ἐάων ὀνομάζουσιν, ἰδίᾳ δʼ οὕτως μόνον τοῦτον· καὶ ἀκάκητά γε καὶ ἐριούνιον, ὅτι κακὸν μὲν οὐδὲν ἡ παρʼ αὐτοῦ δωρεὰ, ἀγαθὰ δʼ ἑξῆς ἅπαντα πορίζει τοῖς ἀνθρώποις, ἐν πολέμοις, ἐν εἰρήνῃ, ἐν γῇ, ἐν θαλάττῃ, ἐν δυσκολίαις, ἐν εὐφροσύναις πανταχοῦ. δοκεῖν δʼ ἔμοιγε καὶ τὸ τῶν δαιμόνων γένος, εἰ δεῖ Πλάτωνι πιστεύειν, διαγγέλλον τε τοῖς θεοῖς τὰ παρʼ ἀνθρώπων καὶ ἀνθρώποις τὰ παρὰ θεῶν ταύτῃ κεχρῆσθαι φημί. ὥστε καὶ σύνδεσμον τὴν ῥητορικὴν τοῦ παντὸς ὀρθῶς ἂν καὶ κατὰ τοῦτο εἴποι τις.