Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
107.p119
107.p119
μέγιστον δὲ καὶ τοῦτʼ ἔστιν εἰπεῖν ὑπὲρ ταύτης τῆς δυνάμεως, ὅτι οὐδὲν ὁμοῦ τοῖς τε πολλοῖς οὕτω κοινόν ἐστι καὶ τοσοῦτον αὖ τὴν τῶν πολλῶν ἕξιν καὶ φύσιν ἐκπέφευγεν· ἀεὶ δὲ ὂν ὡς εἰπεῖν ἐν ἀνθρώποις χαλεπώτατα εὑρίσκεται τό γε παντελές. ὥσπερ γὰρ οἱ λέοντες καὶ ὅσα ἐντιμότερα τῶν ζωῶν σπανιώτερα τῶν ἄλλων ἐστὶ τῇ φύσει, οὕτω καὶ κατʼ ἀνθρώπους οὐδὲν οὕτω σπάνιον ὅσον ἄξιον προσειπεῖν ῥήτορα· εἷς δὲ ἀγαπητῶς καὶ δεύτερος ὥσπερ ὁ Ἰνδικὸς ὄρνις ἐν Αἰγυπτίοις ἡλίου περιόδοις φύεται. οἱ δὲ πολλοὶ μορίοις τισὶ τῆς τέχνης περιτυχόντες Ὁμήρου δέονται προσαγορεύοντος αὐτοὺς, ὥσπερ ἐκεῖνος ἔσκεν ὑφηνίοχος φησὶ καὶ πάλιν Ποσειδῶνος ὑποδμώς. τὸ μὲν ἀρχή που, τὸ δὲ ἀκροτελεύτιον ἔπους ἐστίν. οὕτω πολλοῦ δέουσι κατὰ Μίθαικον καὶ Θεαρίωνα οἱ τῷ ὄντι ῥήτορες εἶναι τὴν φύσιν. καὶ ὅσα τοίνυν εἴδη λόγων ἕτερα, ἵνα μηδὲ τοῦτο παρέλθωμεν, ταυτὸν πέπονθα πρὸς τοὺς τῆς ῥητορικῆς λόγους ὅ τί περ τὰ πέμματα πρὸς τὰ τῷ ὄντι σιτία καὶ κρέα. ὥστε καὶ τῶν περὶ ἕκαστα οὗτοι μάλιστα εὐδοκιμοῦσιν οἵτινες ἂν πλεῖστον ῥητορικῆς εἰσενέγκωνται, καὶ τούτων αὐτῶν μάλιστα ὃς ἂν ἐγγύτατα ἥκῃ ῥητορικῆς. Ὅμηρος καὶ τῶν Ὁμήρου ταῦτα, Σοφοκλῆς καὶ τῶν Σοφοκλέους ταῦτα. Πλάτων δὲ αὐτὸς ἡμῖν τί φησιν; ἡμεῖς μὲν γὰρ αὐτὸν οὐκ ἀγνοοῦμεν, ἀλλʼ ἐν τῷ καλλίστῳ τοῦ χοροῦ τάττειν ἕτοιμοι. τί δῆτα αὐτή γε καθʼ ἑαυτὴν ἡ ῥητορικὴ καὶ ὁ ῥήτωρ; ἐγὼ μὲν γὰρ οὐκ ἀποκνήσαιμʼ ἂν φάναι τοῦτον ἄριστον εἶναι περὶ λόγους ὅστις ἀνὴρ