Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
108.p120
108.p120
ἄριστος. εἰ τοίνυν τις καὶ τοιοῦτος ἐγγένοιτο οἷος ῥητορικὴν ἔχων εἰς μὲν δήμους ῥᾳδίως μὴ εἰσιέναι, μηδὲ περὶ πολιτείας ἀμφισβητεῖν ὁρῶν ἑτέρως ἔχοντα τὰ πράγματα, καὶ ταῦτα οὐκ ἐν ὑστάτοις ὢν δόξης ἕνεκα καὶ τιμῶν καὶ τῶν ἐπικαίρων φιλοτιμιῶν, αὐτὸς δὲ ἐφʼ ἑαυτοῦ τοῖς λόγοις χρῷτο, τὴν αὐτῶν φύσιν καὶ τὸ ἐν αὐτοῖς καλὸν τετιμηκὼς, καὶ θεὸν ἡγεμόνα καὶ προστάτην ἐπιγραψάμενος τοῦ τε βίου καὶ τῶν λόγων, οὐδὲ τούτῳ χαλεπὸν πρὸς Πλάτωνα ἀντειπεῖν, ἀλλʼ οὗτος ἂν καὶ πολὺ καλλίστων καὶ δικαιοτάτων εὐπορήσειε λόγων, ὅτι, ὦ θαυμάσιε, ἐγὼ ταύτην τὴν δύναμιν ἐξ ἀρχῆς ἐτίμησα καὶ περὶ πλείστου πάντων κερδῶν καὶ πραγμάτων ἐποιησάμην, οὐχ ἵνα τὸν δῆμον κολακεύω οὐδʼ ἵνα τῶν πολλῶν στοχάζωμαι οὐδὲ ἀργυρίου χάριν, ἀλλὰ καὶ ὅστις πρὸς τοῦτο ὁρᾷ καὶ τῶν διδόντων ἐστὶ, μισθωτὸν καλῶ τοῦτον, οὐ ῥήτορα, καὶ πολλοῖς ἑτέροις φημὶ λελοιπέναι τόπον ἀμφισβητεῖν εὐδαιμονίας, εἰ ταύτῃ σεμνύνεται, ἀλλʼ ὑπʼ αὐτῶν τῶν λόγων ἀχθεὶς καὶ νομίσας εἶναι πρέπον ἀνθρώπῳ κτῆμα λόγους καλοὺς, οὕτως ἐργάζομαι κατὰ δύναμιν τὴν ἐμαυτοῦ. τί οὖν μοι προφέρεις κολακείαν, ὃς τοσοῦτον ἀπέχω τοῦ κολακεύειν ὥστε οὐδʼ ὅπως ἐμὲ ἕτεροι κολακεύσουσι σκοπῶ; οὐδὲ εἰ μὴ θαυμασθήσομαι παρὰ τοῖς πολλοῖς, οὐδέν μοι διαφέρει, ἀλλʼ ὥσπερ ὁ φίλοινος οὐχ ἡγεῖται ζημίαν, εἰ μηδεὶς αὐτῷ πίνοντι συνείσεται, καὶ ὁ παιδεραστὴς καὶ ὁ φιλογύνης οὐ πρὸς τὴν ἑτέρων μαρτυρίαν τὴν ἐπιθυμίαν μετέρχονται, ἀλλὰ στέργουσιν ἂν ἔχωσιν οἷς χαίρουσιν, οὕτω καὶ ἐγὼ λόγοις συνὼν καὶ τούτοις ἀνθʼ ἑτέρων χρώμενος τέρπομαι τὴν πρέπουσαν ἴσως μᾶλλον ἐλευθέρῳ τέρψιν καὶ ἡδονήν· ὥστε μηδʼ ἂν τῶν γειτόνων μοι συνειδῇ μηδεὶς, οὐ τίθεμαι βλάβος. σὺ μὴν καὶ τὸν ἔχοντα