Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 109 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
109.p121
109.p121
τὴν ἰατρικὴν ἐπιστήμην ἰατρὸν καλεῖς, κἂν μὴ δημοσιεύῃ τὴν τέχνην, καὶ πολιτικόν γε τὸν ταύτην τὴν ἐπιστήμην ἔχοντα, κἂν τὰ αὑτοῦ πράττων ** τοιοῦτον εἶναι. διὰ ταῦτα οὐκ ἐγχωρεῖ φῆσαι σοί γε μᾶλλον ἢ ἐμοὶ κολακείαν γε ἐπιτηδεύειν οὕτω διακείμενον πῶς ἔνεστιν εἰπεῖν, ἢ πῶς τῶν αἰσχρῶν τινος εἶναι προστάτην, ὃν εἰ μηδὲ διʼ ἕτερον, διʼ αὐτά γε ταῦτα ἃ τιμᾷ καὶ διώκει πλεῖστον ἀνάγκη πάντων τῶν αἰσχρῶν ἀπηλλάχθαι. ἀγαπητὸν γὰρ, εἰ πάντα τἄλλα παριδών τις καὶ πόρρω θέμενος καὶ ταύτην μίαν ἡδονὴν προστησάμενος, μηδεμιᾷ δὲ ἑτέρᾳ δουλεύσας, εἶτα δύναιτο ταύτης σὺν θεῷ βοηθῷ κατατυχεῖν. ὃ γὰρ περὶ τῶν ναυτικῶν ἔφη Θουκυδίδης, περὶ ῥητορικῆς ὅδε φήσει καὶ λόγων πολὺ μᾶλλον εἰπεῖν ἁρμόττειν, ὅτι οὐκ ἔστιν ὡς ἂν τύχῃ ταῦτα ἐκ παρέργου μελετᾶν, ἀλλὰ μᾶλλον μηδὲν τούτοις πάρεργον ἄλλο τι γίγνεσθαι. οὐ μόνον δὴ κολακείας αὐτὸν ἐφʼ αὑτοῦ καθαρεύειν ἀνάγκη καὶ μηδʼ ὁτιοῦν ἔχειν κίβδηλον τῇ ψυχῇ, ἀλλὰ καὶ πόρρω κολάκων ἁπάντων εἶναι καὶ πασῶν αἰσχρῶν συνόδων τε καὶ ὁμιλιῶν. τί οὖν οὐ ποιεῖς, ὦ βέλτιστʼ, ἐρεῖ, παλινῳδίαν, εἴ τί σοι μέλει τῆς ἀληθείας; οὐκοῦν καὶ κατὰ τοὺς ἐξ ἀρχῆς λόγους καὶ κατὰ τοὺς δευτέρους τούτους καὶ ὅποι στρέφοι τις ἂν καλὸν καὶ γενναῖον κτῆμα καὶ ἔργον ἀνδρὸς ἡ ῥητορικὴ καὶ φιλοτιμίαν δικαίαν ἔχον καὶ τῷ κεκτημένῳ καὶ ὅσοι τούτῳ χρῶνται, καὶ οὐ μόνον παρὰ ἀνθρώποις, ἀλλὰ καὶ παρὰ θεοῖς πλείστης ὤρας καὶ τιμῆς ἐξ ἀρχῆς τε τυχὸν καὶ διὰ παντὸς δικαίως τυγχάνον.
109.p122
109.p122
λοιπὸν ἕν μοι δεῖξαι, ὅτι καὶ Πλάτων αὐτὸς ταὐτὰ ἐμοὶ περὶ ῥητορικῆς φθέγγεται. λέγει γὰρ ἐν μὲν τῷ Πολιτικῷ δή που λόγῳ ταυτὶ κατὰ ταυτὸν τοίνυν ἔοικε καὶ νῦν ἡμῖν τὰ μὲν ἕτερα καὶ ὁπόσα ἀλλότρια καὶ τὰ μὴ φίλα πολιτικῆς ἐπιστήμης ἀποκεχωρίσθαι, λείπεσθαι δὲ

Intertext edge

Open linked passage

Note