Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 10 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
10.p11
10.p11
ὅμως δʼ ἔγωγε ὑποστήσομαι τοῦτο τὸ ἄτοπον. καὶ γὰρ ὡς ἀληθῶς ἐστι δεινότερον καὶ ἀτοπώτερον, εἰ μᾶλλον ὁ πειρώμενος ὡς οὐκ αἰσχρὸν ῥητορικὴ διδάσκειν αἰσχύνεται ἢ ὁ τολμήσας πρῶτον ἐν αἰσχροῦ μοίρᾳ ψέγειν. πρῶτον μὲν οὖν εἰ τὰ μάλιστα μὴ τέχνην εἶναι δοίημεν αὐτὴν, ὅπερ ὡς ἕρμαιον στρέφει παρʼ ὅλον τὸν λόγον, τί μᾶλλον αἰσχρόν γʼ εἶναι συγχωρησόμεθα; εἰ μὲν γὰρ ἦν ἀναγκαίως ἅπαν τὸ μὴ τέχνῃ γιγνόμενον κακὸν, ἢ τοῦ μηδενὸς ἄξιον, ἦν τι προὔργου· νῦν δʼ οὐδείς ἐστιν ὅστις οὐκ ἂν συμφήσαι τὸ μὴ οὐ τὰ μέγιστʼ ἀνθρώποις καὶ κάλλιστʼ ἐκ θεῶν ἅμα τε ἔξω τέχνης εἶναι καὶ τέχνης κρείττω, καὶ τοῦθʼ οὕτω παρὰ πᾶσιν ἀνθρώποις καὶ δεξιοῖς καὶ πολλοῖς κεκράτηκεν ὥσθʼ ὅσα μὲν τῶν ἑπτὰ σοφῶν κληθέντων οὕτως ἐν τοῖς πᾶσιν ὄντων εὐαριθμήτων εἶπέ τις ἢ συνεβούλευσεν, ἢ τῶν ἄλλων οὓς ἐπὶ παιδείᾳ θαυμάζομεν ὡς πρώτους, οὐδεὶς προστίθησι θεῷ, ἀλλὰ τὸ τοῦ ἀνδρὸς ὄνομα ἑκάστοις ἐπιφημίζεται ἃ δʼ ἂν αἱ Πυθοῖ προμάντεις φῶσιν, ἐπειδὰν ἐκστῶσιν ἑαυτῶν, ταῦθʼ ὡς ὁ Πύθιος εἶπε καὶ Πλάτων καὶ ἅπαντες λέγουσι καίτοι τίνα ἐπίστανται δή που τέχνην τότε, αἵ γε οὐχ οἷαί τέ εἰσι φυλάττειν οὐδὲ μεμνῆσθαι; καίτοι μικρὰ μὲν ἡ πάντας εἰδυῖα λόγους ἀνθρωπίνους ἰατρικὴ καὶ κρείττων ὀψοποιικῆς πρὸς τὰς ἐκ Δελφῶν, οἶμαι, δύναται λύσεις, ὅσαι καὶ ἰδίᾳ καὶ κοινῇ καὶ νόσων καὶ παθημάτων ἁπάντων ἀνθρώποις ἐφάνθησαν, μικρὰ δʼ ἡ κατʼ αὐτὴν ἑστηκυῖα δικαιοσύνη, κρίσεως ἕνεκα πραγμάτων καὶ συμβουλῆς. τί δὲ ἐροῦσι σύμπαντες οἱ γυμνασταὶ, δυοῖν καὶ τριῶν λογίων οὐχ ἡττᾶσθαι σφῶν πᾶσαν τὴν ἐπιστήμην, εἴπερ ἕν γε τοῦτʼ ἐπίστανται βραχὺ σωφρονεῖν; τί δὲ ἡ σεμνή σοι νομοθετικὴ καὶ τὰ μεγάλα ἀνθρώποις εὑρίσκουσα; οἶμαι μὲν παραχωρήσεται, μᾶλλον δὲ πάλαι παρεχώρησε ταῖς

Intertext edge

Open linked passage

Note