Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
110.p123
110.p123
τὰ τίμια καὶ ξυγγενῆ. τούτων δέ ἐστι δή που στρατηγία καὶ δικαστικὴ καὶ ὅση βασιλικῇ κοινωνοῦσα ῥητορεία πείθουσα τὸ δίκαιον συγκυβερνᾷ τὰς ἐν ταῖς πόλεσι πράξεις. ἃ μικρῷ πρόσθεν ἡμῖν Ἡσίοδος λέγων ἐφαίνετο, ταῦτα ἄντικρυς καὶ σχεδὸν τὸ μέτρον λύσας ἐν τούτοις Πλάτων ὁμολογεῖ, κοινωνὸν τῆς βασιλικῆς τὴν ῥητορικὴν ἀποφαίνων ὑπὲρ τοῦ δικαίου. ἐν δὲ τῇ Σωκράτους ἀπολογίᾳ ταυτὶ πάλιν αὖ λέγει δικαστοῦ μὲν γὰρ αὕτη ἀρετὴ, ῥήτορος δὲ τἀληθῆ λέγειν. εἰπὲ δή μοι πρὸς θεῶν, εἴτε Πλάτων εἴτε ἄλλος τις ὑπὲρ ἐκείνου βούλεται, ἔσθʼ ὅ τι ἀλλοτριώτερόν ἐστι τῷ κόλακι ἢ τἀληθῆ λέγειν; τί δαί; τῷ τἀληθῆ λέγοντι ἄλλο τι τοῦ κόλακος ἐχθρότερον; καὶ μὴν αὐτό γε τοῦτʼ ἐστὶν ἡ κολακεία, μὴ τἀληθῆ λέγειν· οὐκοῦν ἡ παλινῳδία καὶ δὴ φανερά. ἣν γὰρ ἐνταῦθα εἶναι κολακείαν φησὶν, ἐκεῖ μὴ κολακείαν εἶναι, ἀλλὰ τοῦ τἀληθῆ λέγειν προεστάναι σαφῶς οὑτωσὶ διορίζεται. ταὐτὰ ἄρα Πλάτωνι νῦν ἡμεῖς λέγομεν περὶ ῥητορικῆς, δοκοῦντες ἐναντία. ἐὰν τοίνυν ἔτι τούτων ἐγγυτέρω προσαγάγω τὸν λόγον, ἦ που τρυφή τις ἂν εἴη τῆς ἀποδείξεως καὶ οὔτε ἔννοιαν οὔτε ἐλπίδα ἐλέγχων ἰσχυροτέρων οὐδʼ ἂν εἷς ἔτι δή που λάβοι. οὐ γὰρ μόνον αὐτὸς Πλάτων, ἀλλὰ καὶ ἐν αὐτοῖς τούτοις τοῖς λόγοις τῷ παραδόξῳ δὴ συγγράμματι διαρρήδην ὁμολογεῖ τῇ ῥητορικῇ τὰ κάλλιστα εἶναι πράττειν, καὶ μὴ τὴν αὐτὴν χώραν ἔχειν αὐτὴν τῶν αἰσχρῶν μηδενὶ, προσθεὶς ἐπὶ τελευτῆς τὸ βραχὺ τοῦτο καὶ εὐμνημόνευτον καὶ τῇ ῥητορικῇ οὕτω χρηστέον ἐπὶ τὸ δίκαιον ἀεί. εἶεν ὦ γενναῖος, ἔστιν ὅπου ἐγχωρεῖ κολακείᾳ χρῆσθαι πρὸς τὸ δίκαιον ἀεί; οὐκ ἔστιν οὐδέποτε. καὶ μὴν ὑπὲρ καλοῦ χρώμενοι τῇ ῥητορικῇ, καλὸν ἄν τι πράττοιμεν ὑπʼ αὐτῆς. οὐκοῦν καλὸν ἡ ῥητορικὴ μετὰ τοῦ δικαίου γιγνομένη. καὶ μὴν κολακεία γε σαφῶς αἰσχρὸν