Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 111 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
111.p124
111.p124
ἀεί. οὐκοῦν οὗτος ἐκεῖνος Πλάτων ὁ τοῦ Ἀρίστωνός ἐστιν, ὁ φάσκων μὴ κολακείαν εἶναι τὴν ῥητορικὴν, μηδὲ τῆς αὐτῆς ἔχεσθαι φύσεως. παραλείπω δὲ νᾶμά τε κάλλιστον πάντων ναμάτων καὶ τοὺς ἐκ τοῦ σωφρονοῦντος στόματος ἰόντας λόγους καὶ ὅσα τοιαῦτʼ ἄλλα ἄλλοθι ῥητορικὴν εἴρηκεν ἐπικοσμῶν.
111.p125
111.p125
εἰ δέ τις ἡμῖν περὶ Πλάτωνος ὑπολάβοι ὅτι οὐ ταύτην κακῶς εἴρηκε τὴν ῥητορικὴν ὑπὲρ ἧς νῦν ἡμεῖς τοὺς λόγους ποιούμεθα, ἀλλὰ δύο οὐσῶν τὴν ἑτέραν κακίζει, πρῶτον μὲν οὐδὲν μᾶλλον τά γε ἡμῖν εἰρημένα φαύλως ἔχοντα ἐλέγχεται, ἀλλὰ καὶ αὐτὸ τοῦτο καλῶς καὶ προσηκόντως ἅπαντα ταῦτα ἠνύσθαι μαρτυρεῖ. ὥσπερ γὰρ ἐκεῖνος τὴν φαύλην δικαίως ψέγει, τί κωλύει τήν γε ἐναντίαν ἡμᾶς ἐπαινοῦντας ὀρθῶς ποιεῖν; ἔπειτα οὐκ ἀναιρεῖ τοὺς παρʼ ἡμῶν ἐλέγχους ἡ παραίτησις αὕτη, ἀλλὰ καὶ οὕτως ἐναντία φαίνοιτʼ ἂν εἰρηκὼς αὐτὸς ἑαυτῷ, εἰ διττὴν εἶναι τὴν ῥητορικὴν ἀξιῶν, εἶθʼ ὡς μιᾶς καὶ ἁπλῆς τινος οὕτως τὴν κατηγορίαν πεποίηται. δῆλον γὰρ ὅτι εἰ τοῦτʼ ἐστὶν ἀληθὲς, τὴν μὲν φαυλίζειν, τὴν δὲ ἐπαινεῖν αὐτῷ προσῆκε διελομένῳ, ὥσπερ ἐν τοῖς περὶ ἔρωτος λόγοις φαίνεται πεποιηκὼς, καὶ πολύ γε μειζόνων εὐφημιῶν τὸν χρηστὸν ἠξιωκὼς ἢ οἵων τὸν ἕτερον βλασφημιῶν. θαυμάζω δʼ ἔγωγε τί ἄν ποτʼ ἐποίησε, μόνην ταύτην εἰδὼς οὖσαν ῥητορικὴν περὶ ἧς ταῦτα διεξέρχεται, ὁπότε οὐσῶν, ὡς ἂν φαίη, δυοῖν καὶ τοσοῦτον διαφερουσῶν τοσαύτην φαίνεται σπουδὴν πεποιημένος τοῦ καθάπαξ κακῶς εἰπεῖν. τί γὰρ μᾶλλον φαῦλον ἡ ῥητορικὴ ἢ χρηστὸν, εἴπερ ἐστὶ διττόν; οὐκοῦν οὐκ εἰς τὰς ἴσας λαβὰς ἥκομεν, ἀλλὰ τὸ τῶν ἴσων κατʼ ἐκείνου γίγνεται. ἔπειτα τί κωλύει κἀμὲ τῶν αὐτῶν τούτων λόγων ἐχόμενον φάσκειν ὅτι καὶ ἡ

Intertext edge

Open linked passage

Note