Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
113.p127
113.p127
τερατείαν ἀπὸ πάσης φιλοσοφίας. οὐκοῦν κολακείας, οὐ ῥητορικῆς, Πλάτων ἐν τούτοις κατηγόρηκε, καὶ συκοφαντίας, οὐ ῥητορικῆς. οὔτʼ οὖν εἰ τὴν τῷ ὄντι ῥητορικὴν κακῶς εἴρηκεν οὔτʼ εἰ τὴν δοκοῦσαν, ἔστι τοῦτο πρὸς λόγον, ὡς ὀρθῶς ῥητορικήν γε εἰρήκει καλῶς, εἴπερ ἔσθʼ ἕτερον τὴν δοκοῦσαν εἶναι ῥητορικὴν κακῶς εἰπεῖν. μὴ γὰρ εἶναι τὸ τοιοῦτον ῥητορικὴν, οὐκ αἰσχρὸν εἶναι ῥητορικὴν χρῆν αὐτὸν λέγειν, ὥσπερ ἐκεῖνό πού φησιν αὐτὸς, ὅτι εἰ μὲν θεῶν παῖδες, οὐ φιλοχρήματοι· εἰ δὲ φιλοχρήματοι, οὐ θεῶν παῖδες. ἀμφότερα δὲ οὐκ ἔδει λέγειν. οὐκοῦν οὐδὲ ἐνταῦθα ἀμφότερα ἐᾶν ὁ λόγος φαίνεται· ἐπεὶ καὶ αὐτὸ τοῦτο ὑπὲρ αὐτοῦ Πλάτωνος ἡμεῖς νῦν ποιοῦμεν. εἰ γὰρ ὅτι μάλιστα οὕτω διενοεῖτο, ὥσπερ ἔγωγε οὐκ ἀντιλέγω, ἀλλʼ ὑπεξήρηται τὴν καθαρὰν καὶ τῷ ὄντι ῥητορικὴν, ἄξιον μὴ παρακρουσθῆναι μηδὲ ἀγνοῆσαι τοῦτο αὐτὸ τοὺς πολλοὺς, μηδὲ ὡς ψήφῳ καθαρᾷ προσέχοντας θᾶττον ἢ συμφέρει βουλεύσασθαι περὶ τῶν τηλικούτων. περὶ τοίνυν αὐτοῦ πάλιν τοῦ μέρους αὐτὸς ὡδὶ μαρτυρεῖ οὐκ οἶσθα ὅτι ἐπὶ παντὶ ἐπιτηδεύματι οἱ μὲν πολλοὶ φαῦλοι καὶ οὐδενὸς ἄξιοι, οἱ δὲ σπουδαῖοι ὀλίγοι καὶ παντὸς ἄξιοι; ἐπεὶ γυμναστικὴ οὐ καλόν σοι δοκεῖ εἶναι καὶ χρηματιστικὴ καὶ ῥητορικὴ καὶ στρατηγία; ἔμοιγε πάντως δή που. τί οὖν; ἐν ἑκάστῳ τούτων τοὺς πολλοὺς πρὸς ἕκαστον τὸ ἔργον οὐ καταγελάστους ὁρᾷς; νὴ τὸν Δία καὶ μάλα ἀληθῆ λέγεις. τί οὖν τούτου ἕνεκα αὐτός τε φεύξει πάντα τὰ ἐπιτηδεύματα καὶ τῷ υἱεῖ οὐκ ἐπιτρέψεις; οὐκοῦν χρὴ, ὦ Πλάτων, οὐδὲ τὴν ῥητορικὴν ἀπὸ τῶν φαύλως μεταχειριζομένων κρίνειν, ἀλλʼ ἀπὸ τῶν ὡς ἄριστα προϊσταμένων, ἢ γελοῖόν γε ἂν εἴη, μᾶλλον δὲ ὑπερφυὲς, εἰ διʼ ὧν παραδειγμάτων οὐκ ἀξιοῖς φιλοσοφίαν φαῦλον ἡγεῖσθαι,