Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
114.p128
114.p128
ταῦτα οὐκ ἀρκέσει ῥητορικῇ, καὶ ταῦτα ἐν αὐτοῖς οὔσῃ τοῖς παραδείγμασιν, ἃ μηδὲ κρίνειν πονηρὰ ὁμολογεῖς. εἶεν. τίνες οἱ τυγχάνοντες αὐτῆς ὀρθῶς, καὶ τοῦτο ἐκ τῶν Πλάτωνος δείξομεν. τὸ μὲν δύνασθαι, ὦ Φαῖδρε, ὥστε ἀγωνιστὴν τέλεον γενέσθαι εἰκὸς, ἴσως δὲ καὶ ἀναγκαῖον, ἔχειν ὥσπερ τὰ ἄλλα· εἰ μέν σοι ὑπάρχει φύσει ῥητορικῷ εἶναι, ἔσει ῥήτωρ ἐλλόγιμος, προσλαβὼν ἐπιστήμην καὶ μελέτην· ὅτου δʼ ἂν ἐλλείπῃς τούτων, ταύτῃ ἀτελὴς ἔσει· ὅσον δʼ αὐτοῦ τέχνη—ἀλλʼ ἐῶ τό γε ἐφεξῆς.
114.p129
114.p129
εἰ τοίνυν δεῖ τὸν μέλλοντα ἔσεσθαι ῥητορικὸν φύσιν καὶ τέχνην καὶ μελέτην ὁμοῦ κτήσασθαι, δῆλον ὅτι ὁ ἐκπεπτωκὼς τῆς τέχνης καὶ τῆς φύσεως τῆς βελτίστης ἀτελής ἐστι ταύτῃ. πῶς οὖν τοῦτο δεῖ ῥητορικῇ προστιθέναι; εἴπερ ὁ μὲν μὴ πάντα παρασχόμενος παρὰ τὴν ἔνδειαν ἀτελής ἐστι, τὰ δὲ ἐπιτηδεύματα ἐκ τῶν κατορθούντων, οὐκ ἐκ τῶν ἀποτυχόντων κρίνεται. ὃ δὲ δὴ μὴ μόνον τέχνης, ἀλλὰ καὶ φύσεως καὶ μελέτης δεῖται, πῶς τοῦτο ἔνεστι μηδεμίαν εἶναι τέχνην φάσκειν, ἢ πῶς τὸν ἐλλείποντα ὅτου δὴ μέρους ἀτελῆ κατὰ τοῦτο δίκαιον λέγειν, τούτου ὅστις ἂν διὰ πάντων τύχῃ, κολακείαν ἔνι φῆσαι μετέρχεσθαι; πανταχῆ δὲ καὶ διὰ πάντων ἡμῖν ἐκπίπτουσιν αἱ ψῆφοι. πρῶτος δὲ Πλάτων αὐτὸς ψηφίζεται καὶ μέσος φασὶ καὶ τελευταῖος· καὶ κινδυνεύω δοκῶν ἀντιλέγειν Πλάτωνι παντὸς μᾶλλον συναγορεύειν. εἰ δὲ δεῖ τι καὶ παῖξαι, δοκῶ μοι κατὰ τοὺς κωμῳδιοποιοὺς ὥσπερ ἀποδιδράσκοντα αὐτὸν ἕλξειν εἰς τοὺς ῥήτορας ὅ τι μαθὼν καλλωπίζεται. εἰ δέ τινες καὶ ἄλλοι παραβοῶντες ῥητορικὴν ψέγουσι, μᾶλλον δὲ τονθορύζοντες ἐκ τοῦ ψόφου τοξεύοντες κατὰ Ἀλκαῖον, ὧν οὐδὲ τὰ ὀνόματα ἀγαγεῖν ῥᾴδιον εἰς λόγον,