Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 11 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
11.p12
11.p12
ἀπὸ τοῦ τρίποδος γυναιξί. βαδίζουσί γε εἰς Δελφοὺς καὶ πυνθάνονται περὶ τῶν πολιτειῶν. καὶ τότε τοὺς νόμους τίθενται πρὸς τὴν ἐλθοῦσαν παρὰ τῆς Πυθίας φωνὴν ἀπὸ Λυκούργου πρώτου, τὸν μετὰ πολλοὺς εἰ δεῖ πρῶτον εἰπεῖν χάριν τοῦ λόγου. οὔκουν φασί γʼ ἐκεῖνον οὐδὲν θεῖναι Λακεδαιμονίοις ἄνευ τῆς παρὰ τοῦ θεοῦ φωνῆς, ἀλλʼ ὅμως οὐκ ἐπειδὴ Λυκοῦργος ὁ τῶν Ἑλλήνων ἄριστος ἔθηκεν, οὐ διὰ τοῦθʼ ὁ θεὸς δόξαν εἴληφε τεθεικέναι τοὺς νόμους, ἀλλʼ ὁ μὲν Λυκοῦργος ἄριστος ὢν τῶν Ἑλλήνων ἐμαρτύρει τὰ τῆς οὐδὲν ἰδίᾳ γιγνωσκούσης Πυθίας νικᾶν, ἡ δὲ ἀπεκρίνατο ὡς ἐδόκει τῷ θεῷ, ὁ δὲ τῷ παρὰ τὴν Πυθίαν μέρει τὴν δόξαν εἴληφε τὴν ἐπὶ τοῖς νόμοις. καίτοι οὔτʼ ἐπιστήμην τινʼ ἔχουσι περιττοτέραν παρὰ τοὺς ἄλλους ἀνθρώπους αὗται αἱ γυναῖκες οὔτʼ εἴ τι καὶ γιγνώσκουσιν, ἀφʼ ὧν πεπαίδευνται καὶ προΐσασι λέγουσιν, ἀλλʼ ὡς ἂν κινηθῶσιν ἑκάστοτε ὑπὸ τοῦ κρείττονος, πέμπουσι πανταχοῖ γῆς, εἰς Ἰωνίαν, εἰς Πόντον, εἰς Κυρήνην, ἐπʼ ἔσχατα τῆς γῆς· οὐδʼ εἴ τις εἴσεισιν ὡς αὐτὰς ἢ πεύσεται προΐσασι πρὸ τῆς ἑσπέρας καὶ τῆς ἐπὶ τοῦ τρίποδος καθέδρας, ὡς ἔπος εἰπεῖν. ἀλλʼ ἀρτίως ἀγνοοῦσαι καὶ τὰ τῶν γειτόνων ἐξαίφνης τὰ πάντων ἀνθρώπων ἴσασι καὶ δημηγοροῦσι παρὰ τῷ θεῷ καὶ πολιτεύονται τὰ κοινὰ τῆς γῆς καὶ πάσαις ταῖς ἐπιστήμαις καὶ τέχναις ἡγεμόνες τοῦ τί δεῖ ποιεῖν ἢ λέγειν καθίστανται. καὶ οὐδὲ Πλάτων αὐτὰς παρέρχεται. ἀλλὰ καὶ οὗτος ἀξιοῖ τὴν Πυθίαν ἐρωτᾶν ὁπόταν πολιτεύηται καὶ νομοθετῇ, καὶ τότε φησὶ δεῖν ποιεῖν, ἐὰν καὶ ἡ Πυθία συναναιρῇ, πρότερον δὲ οὐ θαρρεῖ. εἶεν· αὕτη μὲν ἐκ Δελφῶν ἡ μαρτυρία τῷ λόγῳ καὶ παρὰ Ἀπόλλωνος τοῦ Πυθίου· τὰς δʼ ἐν Δωδώνῃ τί φήσεις ἱερείας, αἳ τοσαῦτα ἴσασιν ὅσʼ ἂν τῷ θεῷ δοκῇ καὶ μέχρι τοσούτου μέχρι ἂν δοκῇ; καίτοι οὔτε πρότερόν τινα τοιαύτην εἶχον ἐπιστήμην, πρὶν εἰσελθεῖν ἐπὶ τὴν τοῦ θεοῦ συνουσίαν, οὔθʼ ὕστερον οὐδὲν ὧν εἶπον ἴσασιν,

Intertext edge

Open linked passage

Note