Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 12 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
12.p13
12.p13
ἀλλὰ πάντες μᾶλλον ἢ ʼκεῖναι. ὥσθʼ οἱ μὲν ἀγνοοῦντες καὶ πυθόμενοι παρʼ αὐτῶν μεμαθήκασιν, αἱ δὲ εἰποῦσαι τί χρὴ ποιεῖν οὐκ ἴσασιν οὐδʼ αὐτὸ τοῦτο ὅτι εἰρήκασιν. οὐκοῦν ἐκ Διὸς ἂν ταύτην τὴν μαρτυρίαν τιθεὶς οὐκ ἂν ἁμαρτάνοις. ταὐτὰ δὲ ταῦτα λέγω καὶ περὶ τῶν ἐν Κλάρῳ καὶ περὶ τῶν ἐν Ἄμμωνος καὶ πάντων ὅσοι περὶ χρηστήρια ὁμοίως ἄνδρες καὶ γυναῖκες. καίτοι πότερον τούτους ἅπαντας καὶ ταύτας πάσας ἐρωτήσομεν τὸν λόγον, ᾧ χρώμενοι ταῦτα συμβουλεύουσι; καὶ πῶς σωφρονεῖν δόξομεν; ἢ τοῦ μηδενὸς ἄξια καὶ κολακείαν ταῦτʼ εἶναι φήσομεν, ἐπειδήπερ οὐκ ἔχομεν τοὺς εἰπόντας ἀπαιτῆσαι τὸν λόγον, πολλῷ μέντἂν πλέον ἐλλείποιμεν τοῦ σωφρονεῖν. οὐκοῦν παρὰ πάντων ὡς εἰπεῖν τῶν θεῶν μαρτυρία καὶ ψῆφος ἐπῆκται τοῦ μηδενὸς ἄξιον εἶναι τὸν τοιοῦτον λόγον, ὅστις ἢ τὴν τέχνην ζητεῖ, ἢ φαυλίζει τὸ μὴ σὺν ταύτῃ πανταχοῦ. ὅσοι δʼ αὖ καὶ καθάπαξ ὑποδύντες θεῷ καὶ τέχνης οὐδὲ μικρὸν μετασχόντες οὐ μόνον τοῖς ἐφʼ αὑτῶν, ἀλλὰ καὶ τοῖς ὕστερον πολλὰ δὴ καὶ θαυμάσια προεῖπον, οἷον εἰ βούλει, Βάκις, Σίβυλλα, ἕτεροι μετὰ τούτων, εἰ δὲ μὴ πολλοὶ, καὶ τοῦτʼ ἐστὶν ὑπὲρ τοῦ λόγου· τὰ γὰρ μέγιστα ἐκπέφευγε τοὺς πολλούς· τίς οὕτω τεχνίτης τοῦ κακῶς λέγειν ἐστὶν ὅστις καὶ τούτους κακίσειεν ἄν; ὅταν δʼ εἰς ποιητὰς ἴδω τοὺς κοινοὺς τῶν Ἑλλήνων τροφέας καὶ διδασκάλους, οἳ διαρρήδην ὁμολογοῦσι περὶ αὑτῶν· μηδʼ ὁτιοῦν ἐπίστασθαι, μηδὲ νεῶν ἀριθμὸν, ἀλλʼ ἀεὶ καὶ περὶ παντὸς τὰς Μούσας ἐνοχλοῦσι δεόμενοι φράσαι σφίσιν, ὡς αὐτοὶ μὲν προφητῶν σχῆμα καὶ τάξιν ἔχοντες, ἐκείνας δὲ μάντεις ἀληθεῖς οὔσας περὶ ἁπάντων, μᾶλλόν μοι δοκεῖ προσήκειν τὸ μὴ σὺν τέχνῃ κοσμεῖν ἐνίοτε ἢ δυοῖν θάτερον, ἢ τοὺς ποιητὰς ἐπιστήμῃ φάσκειν ἀποχρώντως ποιεῖν, ὃ μηδʼ αὐτοὶ δέχονται, ἢ τοῦ μηδενὸς ἀξίαν τὴν τῶν Μουσῶν ἡγεῖσθαι δωρεάν. εἶτʼ οὖν, ὦ πρὸς Διὸς,

Intertext edge

Open linked passage

Note