Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 15 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
15.p16
15.p16
εὑρομένη. τρίτη δὲ ἀπὸ Μουσῶν κατοχή τε καὶ μανία λαβοῦσα ἁπαλὴν καὶ ἄβατον ψυχὴν ἐγείρουσα κἀναβακχεύουσα κατά τε ᾠδὰς καὶ κατὰ τὴν ἄλλην ποίησιν μυρία τῶν παλαιῶν ἔργα κοσμοῦσα, τοὺς ἐπιγιγνομένους παιδεύει. ὃς δʼ ἂν ἄνευ μανίας Μουσῶν ἐπὶ ποιητικὰς θύρας ἀφίκηται, πεισθεὶς ὡς ἄρα ἐκ τέχνης ἱκανὸς ποιητὴς ἐσόμενος, ἀτελὴς αὐτός τε καὶ ἡ ποίησις ὑπὸ τῆς τῶν μαινομένων ἡ τοῦ σωφρονοῦντος ἠφανίσθη. τοσαῦτα μέν σοι καὶ ἔτι πλείω ἔχω μανίας γιγνομένης ἀπὸ θεῶν λέγειν καλὰ ἔργα.
15.p17
15.p17
εἰ τοίνυν, ὦ Ζεῦ καὶ θεοὶ, μανία τίς ἐστιν ἀμείνων σωφροσύνης καὶ παρὰ θεῶν ἀνθρώποις γιγνομένη, πῶς ἄξιον πᾶν γε τὸ μὴ τέχνῃ γιγνόμενον ψέγειν, ἢ πῶς ῥητορικὴν ἁπλῶς αἰσχρὸν ἡγεῖσθαι καὶ μὴ συγχωρεῖν δύναμίν γέ τινʼ εἶναι τέχνης κρείττονα; εἰ δὲ δὴ τὴν μὲν καλλίστην τῶν τεχνῶν προσείρηκε τῷ μανικὴν εἶναι, τὴν δʼ ἁπλῶς οὐδʼ εἶναι τέχνην, τὴν ποιητικὴν, ἀλλʼ ἐπίπνοιαν ἐκ Μουσῶν, ὃς δʼ ἂν ἄνευ μανίας Μουσῶν ἐπὶ ποιητικὰς θύρας ἀφίκηται, πεισθεὶς ὡς ἄρα ἐκ τέχνης ἱκανὸς ποιητὴς ἐσόμενος, ἀτελὴς αὐτός τε καὶ ἡ ποίησις ὑπὸ τῆς τῶν μαινομένων ἡ τοῦ σωφρονοῦντος ἠφανίσθη, πῶς οὐκ ἐξ ἀμφοῖν δείκνυται τὸ μὴ τὴν τέχνην νικᾶν, ἀλλʼ ἔστιν οὗ καὶ λαμπρότερον καὶ θεοφιλέστερον εἶναι τὸ μὴ δουλεῦον τέχνῃ; σαφῶς γὰρ οὑτωσὶ Πλάτων ἤδη διορίζεται τὸ μὴ δεῖν ἐπὶ τῶν μεγίστων τέχνην ζητεῖν. ὥστʼ εἰ μὲν βούλει, τὸ τοῦ Εὐριπίδου καὶ τῶν αὐτοῦ νὴ Δία συμβαίνει, σοῦ τάδʼ, οὐκ ἐμοῦ κλύεις, ὦ τοσοῦτον ἐνθυμηθείς· εἰ δʼ αὖ βούλει, τὸ τοῦ Αἰσχύλου, τάδʼ οὐχ ὑπʼ ἄλλων, ἀλλὰ τοῖς αὑτοῦ πτεροῖς, ἃ θρυλεῖς ἐν ἐκείνοις τοῖς λόγοις, ἁλίσκει. καὶ μὴν εἰ μαντικὴν μὲν ἐξ Ἀπόλλωνος ἢ καὶ Διὸς, τελετὰς δὲ ἐξ ἄλλου του θεῶν τίθης, ποιητικὴν δʼ ἐκ

Intertext edge

Open linked passage

Note