Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
16.p18
16.p18
Μουσῶν, οὐδʼ ὁ τῶν μὲν ἀδελφὸς, τοῦ δὲ παῖς Ἑρμῆς ἀπορήσει λόγων περὶ τῆς αὑτοῦ δωρεᾶς, ἀλλʼ αὑτῷ τε καὶ τῷ πατρὶ προστιθεὶς τοὺς λόγους ἀληθῆ τε καὶ δίκαια ἐρεῖ. οἶμαι δὲ καὶ οἱ λογίους τούτους προσειπόντες τοὺς θεοὺς, καὶ παλαιοὶ καὶ νέοι, καὶ οὐδὲ περὶ ἓν γράμμα διενεχθέντες, πολλῷ σαφέστερον ἢ περὶ μανίας μαρτυροῦσιν ὅτι εἰς ἀξιόχρεως ἀνοίσομεν, ἄν τι μετῇ λόγων ἡμῖν, εἰ καὶ μηδεμιᾷ προσφύγοιμεν τέχνῃ. εἶεν. τίνα δὴ τὰ ἐφεξῆς ἦν; ὥστε τοῦτό γε αὐτὸ μὴ φοβώμεθα; μηδέ τις ἡμᾶς λόγος θορυβείτω δεδιττόμενος, ὡς πρὸ τοῦ κεκινημένου τὸν σώφρονα δεῖ προαιρεῖσθαι φίλον. ὅρα δὴ καὶ τάδε. ὥστε τοῦτό γε αὐτὸ μὴ φοβώμεθα, μηδέ τις ἡμᾶς λόγος θορυβείτω δεδιττόμενος, ὡς οὐ τὸν φύσει καὶ θείᾳ μοίρᾳ κατορθοῦντα δεῖ νικᾶν, ἀλλʼ ὅστις τεχνικὸς μικρῶς ἐστίν. ἀλλὰ τόδε φησὶ πρὸς ἐκείνῳ δείξας φερέσθω τὰ νικητήρια, ὡς οὐκ ἐπʼ ὠφελείᾳ ὁ ἔρως τῷ ποθοῦντι καὶ τῷ ἐρωμένῳ ἐκ θεῶν ἐπιπέμπεται. καὶ τόδε τοίνυν πρὸς ἐκείνῳ δείξας φερέσθω τὰ νικητήρια, ὡς οὐκ ἐπʼ ὠφελείᾳ τῇ πάσῃ καὶ μεγίστῃ λόγοι παρὰ θεῶν ἀνθρώποις γίγνονται. ἡμῖν δὲ ἀποδεικτέον αὖ τοὐναντίον φησὶν, ὡς ἐπʼ εὐτυχίᾳ τῇ μεγίστῃ παρὰ θεῶν ἡ τοιαύτη μανία δίδοται. τὸν δὲ Τήλεφον οὐκ οἴει τὰ αὐτὰ ταῦτα; εἰ δʼ ἄρα μηδὲν ἐκεῖνος προτιμᾷ, ἀλλʼ ἡμῖν γε ἀποδεικτέον ὡς ἐπʼ εὐτυχίᾳ τῇ μεγίστῃ καὶ τὸ ἐξ ἀρχῆς ἡ τῶν λόγων δύναμις παρὰ θεῶν ἧκεν εἰς ἀνθρώπους, καὶ νῦν ἐν καλοῦ μοίρᾳ τῇ πρώτῃ καὶ εἰς τὸν ἔπειτα χρόνον καὶ δίδονται καὶ δοθήσονται. καὶ μὴν εἰ μὲν ἀξιόπιστος Πλάτων, οὗτος