Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 18 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
18.p20
18.p20
ὁπότε αὐτοῖς ἔμελλε συνοίσειν, καὶ τότε κυνηγετῆσαι, ὁπότε συνοίσειν ἔμελλε πονῆσαι. Ἡράκλεις, ὡς διαρρήδην καὶ περιφανῶς Αἰσχίνης ὁ τοῦ Πλάτωνος συμφοιτητὴς μαρτυρεῖ Πλάτωνι ταῦθʼ ἃ μικρῷ πρόσθεν παρεσχόμεθα αὐτοῦ πολλῷ καὶ ἀνθρωπινώτερα καὶ πρὸς θεῶν εἶναι καλλίονα ὧν ἕνεκα τοῦ παραδόξου συνεσκεύακεν. οὐκοῦν αὐτός τε μαρτυρῶν ἡμῖν ὥσπερ ὑπὸ κήρυκος ἁνὴρ φαίνεται καὶ τὴν τοῦδε μαρτυρίαν ὥσπερ ἐπισφραγίζεται· τοὺς γὰρ πρὸς ἡμῶν αὐτοῦ λόγους κυροῖ. καὶ μὴν εἰ πολλοὶ τῶν καμνόντων ὑγιεῖς γίγνονται χωρὶς ἰατρῶν καὶ τέχνης, καὶ ταῦτʼ οὐδʼ ἐφʼ ἑνὶ ἄλλῳ τῆς τῶν ἰατρῶν τέχνης οὔσης ἢ τῷ ποιεῖν ὑγιεῖς, οὐδὲν ἀπεικὸς οὐδʼ ἔξω τῆς ἀνθρωπίνης τέχνης χρὴ εἰπεῖν εἴτε θείας μοίρας κἀν τοῖς λόγοις τοῦ βελτίστου τυγχάνειν μηδεμιᾷ τέχνῃ χρωμένους, εἰ καὶ ὅτι μάλιστα τῆς τέχνης ἦν τὸ τοῦ βελτίστου τυγχάνειν περὶ αὐτοὺς τοὺς λόγους. περί γε μὴν τούτου τοῦ μέρους οὐκέτʼ ἐκ λόγου πρὸς Πλάτωνα ἀγωνιοῦμαι, ὡς ἄρα πολλοὶ διὰ θείας μοίρας ἐσώθησαν, οὐδέ μοι νεμεσήσει δήπουθεν οὔτʼ Αἰσχίνης ὁ Λυσανίου οὔτʼ ἄλλος οὐδεὶς, εἰ φαίην αὐτὸς ἔχειν μαρτυρῆσαι μᾶλλον τοῖς ῥήμασιν ἢ τῆς παρʼ ἐκείνου πρὸς δὴ ταῦτα προσδεῖσθαι μαρτυρίας. ἀλλʼ ὡς ἀληθῶς ὥσπερ οἱ θεομάντεις οἱ τοῖς τῶν πραγμάτων ἐπωνύμοις τετελεσμένοι παρʼ αὐτῶν τῶν θεῶν ἔχω τὸ μάθημα, ὑφʼ ὧν ἃ μηδεὶς ἰατρῶν μήτε οἶδεν ὅ τι χρὴ

Intertext edge

Open linked passage

Note