Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
19.p21
19.p21
προσειπεῖν, οὐχ ὅπως ἰάσασθαι, μήτʼ εἶδεν ἐν ἀνθρώπου φύσει συμβάντα, ἄλλοτʼ ἄλλαις παραμυθίαις τε καὶ συμβουλαῖς ἐκ τοῦ θεοῦ διαφεύγων ζῶ παρὰ πᾶν τὸ ἐκ τῶν παρόντων εἰκός. πολλοὶ δʼ ἔμοιγε καὶ ἄλλοι κοινωνοί τε καὶ μάρτυρές εἰσι τῶν λόγων, οὐ μόνον τῶν Ἑλλήνων, ἀλλὰ καὶ βαρβάρων, αἵ τʼ ἐν Ἀσκληπιοῦ τῶν ἀεὶ διατριβόντων ἀγέλαι καὶ ὅσοι τῷ κατʼ Αἴγυπτον θεῷ συνεγένοντο. καίτοι τέχνης μὲν ἡμῶν οὐδʼ ὁτιοῦν εἰς ταῦτα μέτεστιν οὐδενὶ δήπουθεν, ἀλλὰ καὶ τοῦ καταφυγεῖν ἐπὶ τοὺς θεοὺς σχεδὸν ἀρχὴ τὸ τῆς τέχνης ὑπεριδεῖν ἐστίν· ὅμως δὲ σὺν αὐτοῖς εἰπεῖν οὔθʼ οἱ θεοὶ τὸν τοιοῦτον ἡμῶν λογισμὸν ἀτιμάζουσιν οὔτε πολλοὶ μετέγνωσαν τῶν πρὸ τῆς τέχνης τὴν παρὰ τοῦ θεοῦ τύχην ἑλομένων. ἀλλὰ καὶ ὀνείρασι χρώμεθα οὐ προειδότες, οἶμαι, τῆς ἑσπέρας ὅ τι μέλλομεν ὄψεσθαι, καὶ τί χρὴ ποιήσαντας σωθῆναι γιγνώσκομεν, ἀγνοοῦντες μέχρι ἐκείνου τοῦ μέρους τῆς ὥρας, ἐν ᾧ παρὰ τῶν θεῶν ἧκε τἀγαθὸν, καὶ πάλιν γὰρ ὥσπερ ἐπᾴδων ἐν μέλει ταυτὸν ἐρῶ, τέχνης οὐδʼ ὁτιοῦν ἐπαΐοντες οὐ μόνον περὶ τῶν ἡμῖν αὐτοῖς συμφερόντων, ἀλλὰ καὶ περὶ τῶν ἑτέροις ἔχομεν εἰπεῖν πολλάκις, ἂν δοκῇ τῷ θεῷ, ὥστε καὶ τοὺς ἰατροὺς οὐδὲν κωλύει φρίττειν, ἐπειδὰν ἀκούωσι πολλὰ τῶν ἔργων. πότερʼ οὖν τὰ ὀνείρατα ποιεῖ θεοῖς ἀνακεῖσθαι τἀνθρώπεια, ἢ τὸ θεοὺς ἀνθρώπων κήδεσθαι ποιεῖ καὶ διʼ ὀνειράτων ἀνθρώπους σώζεσθαι; ἐγὼ μὲν οἶμαι τοῦτο. τί οὖν, ὦ μεγίστη σὺ γλῶττα τῶν Ἑλληνίδων, ἔφη Κρατῖνος, ποιῶν ἔσθʼ ὅ τι κωλύει καὶ ὕπαρ γιγνώσκειν τὰ βέλτιστα ἄνευ τέχνης καὶ συμβουλεύειν ἑτέροις ἔχειν, εἴπερ γε καὶ τὰ ὀνείρατα ποιεῖ καὶ ἑτέροις ἔχειν συμβουλεύειν; ἢ σωθῆναι μὲν ἔστιν ἄνευ τέχνης καὶ ἕτερον σῶσαι διʼ ὧν τις οὐκ οἶδε, συμβουλεῦσαι δʼ οὐκ ἔστιν ἄνευ τέχνης οὐδὲν, οὔτʼ ἀπὸ τῆς αὐτοῦ τύχης οὔτʼ ἀπὸ τῆς θείας οὔτε, τὸ τοῦ Δημοσθένους, τῆς τῶν