Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
20.p22
20.p22
ἀκροωμένων; καὶ ταυτὶ μὲν ὑπʼ αὐτοῦ τοῦ λόγου κινηθεὶς καὶ τοῦ τοῖς θεοῖς ὡσπερεὶ τετελεσμένου ἐπὶ πλεῖον ἴσως ἐξήγαγον· καί μοι συγγνώμη καὶ παρʼ αὐτοῦ τοῦ Πλάτωνος ἔστω καὶ παρʼ ἄλλου παντὸς τοῦτʼ αὐτὸ παθόντι ὅπερ ἐν τοῖς λόγοις ἐνῆν· οὐ γὰρ ἦν κατασχεῖν αὐτὸν, ἐπειδὴ θεία μοῖρα καὶ σωτηρία παρέπεσε. διὸ καίπερ μαρτυρίᾳ χρώμενος ἠναγκάσθην αὐτὸς μαρτυρεῖν τῷ λόγῳ, ἐπάνειμι δʼ αὖθις πρὸς τὰ λοιπὰ τῆς μαρτυρίας ἐγὼ δὲ διὰ τὸν ἔρωτα ὃν ἐτύγχανον ἐρῶν Ἀλκιβιάδου οὐδὲν διάφορον τῶν Βακχῶν ἐπεπόνθειν. καὶ γὰρ αἱ Βάκχαι ἐπειδὰν ἔνθεοι γένωνται, ὅθεν οἱ ἄλλοι ἐκ τῶν φρεάτων οὐδὲ ὕδωρ δύνανται ὑδρεύεσθαι, ἐκεῖναι μέλι καὶ γάλα ἀρύονται. καὶ δὴ καὶ ἐγὼ οὐδὲν μάθημα ἐπιστάμενος ὃ διδάξας ἄνθρωπον ὠφελήσαιμʼ ἂν, ὅμως ᾤμην ξυνὼν ἂν ἐκείνῳ διὰ τὸ ἐρᾶν βελτίω ποιῆσαι. ἐνταῦθα τελευτᾷ τῶν διαλόγων οὐ διʼ αἰνιγμάτων, οὐδὲ ὑπονοίας, οὐδὲ τρόπον τινὰ ταὐτὰ λέγων ἡμῖν, ἀλλʼ ὥσπερ ἐξεπίτηδες εἰς τὴν χρείαν πεποιηκώς. εἰ τοίνυν ὄνειροι μὲν τὰς Ἀσκληπιοῦ συμμορίας τῆς τῶν ἰατρῶν τέχνης ἀπαλλάττουσι, Βάκχαι δὲ αἱ Διονύσου καὶ τὰ τῶν Νυμφῶν δῶρα μεταβάλλουσιν ἡνίκʼ ἂν ἔνθεοι γένωνται, τί τῶν αἰσχρῶν ἢ τί τῶν ἔξω τῆς φύσεως καὶ τοὺς ἐν τοῖς λόγοις ἐνθέους παραδέχεσθαι καὶ νομίζειν εἰς προστάτας ἔχειν ἀνενεγκεῖν τούς γέ που κρείττονας; καὶ μὴν οὐδὲ τοῦτʼ ἔστʼ εἰπεῖν ὡς ἄρʼ ὁ μάρτυς οὐδενὸς ἄξιος, ἢ πόρρω τῶν πραγμάτων, ἢ καταφεύγομεν εἰς ὄνομα αὐτὸ δὴ τοῦτο. ἀλλʼ εἴ γέ τινας ὥσπερ παῖδας οὕτως καὶ ἑταίρους χρὴ λέγειν γνησίους, γνήσιον Αἰσχίνην Σωκράτους παρειλήφαμεν. μαρτυρεῖ δὲ καὶ ἡ ψευδὴς ἐνίων δόξα τῶν αὐτοῦ Σωκράτους εἶναι τὰ γράμματα ταῦτα ὑπειληφότων· οἷς εἰ μὴ τὸ ὅλον πιστεύειν ἄξιον, ὥσπερ ἐγὼ πρῶτος οὐκ ἂν φαίην, ἀλλʼ οὖν οὐκ ἐπὶ πάσης γε τῆς ἀλογίας ἡ πλάνη συμβέβηκεν, ἀλλʼ οὕτω σφόδρα ταῦτʼ