Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 21 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
21.p23
21.p23
οἰκεῖα τῷ Σωκράτους ἤθει καὶ προσήκοντα ἐκρίθη, ὥστε καὶ ταύτῃ τῇ δόξῃ γενέσθαι χώραν. δοκεῖ δέ μοι καὶ Σωκράτης αὐτὸς εἰ καὶ μηδεὶς λόγος αὐτοῦ γραφῇ σώζεται, οὐχ ἧττον οὔτε Πλάτωνος τοῦ σεμνοῦ οὔτʼ Αἰσχίνου τοῦ κομψοῦ μαρτυρεῖν, ἀλλʼ ἔτι κάλλιον καὶ ὡς ἀληθῶς εἰς τὸ μέσον. ὁμολογεῖται μέν γε λέγειν αὐτὸν ὡς ἄρα οὐδὲν ἐπίσταιτο, καὶ πάντες τοῦτό φασιν οἱ συγγενόμενοι. ὁμολογεῖται δʼ αὖ καὶ τοῦτο, σοφώτατον εἶναι Σωκράτη τὴν Πυθίαν εἰρηκέναι. πῶς οὖν ταῦτʼ ἔχει; οὐ γὰρ τόν γε τοῦ παντὸς ἐσφαλμένον ὡς ἀνέλοι σοφώτατον ἀνδρῶν πιστεῦσαι θεμιτὸν περὶ τοῦ θεοῦ. τέχνην δὲ, ὡς ἔοικεν, ἔφασκεν οὐκ ἀσκεῖν, ἀληθῆ λέγων. ᾧ γοῦν συνεγένετο Ἀναξαγόρᾳ, οὐ τἀκείνου τιμήσας φαίνεται. ἓν μὲν δὴ τοῦτο μαρτυρεῖ Σωκράτης, οὐκ αἰσχρὸν εἶναι τὸ μὴ τέχνην κεκτῆσθαι, εἴπερ περὶ αὑτοῦ λέγων οὐκ ᾐσχύνετο. ἕτερον δὲ ἀκόλουθον. οὐ γάρ ἐστιν ὅστις οὐ λέγει περὶ Σωκράτους ὅτι φάσκοι τὸ δαιμόνιον αὐτῷ σημαίνειν. οὐκοῦν μηδὲν μὲν ἐπίστασθαι τῶν δεόντων ἀμήχανον ᾧ γε παρηκολούθει τὸ δαιμόνιον. ὅτι δʼ οὐδὲν ἐπίσταιτο αὐτὸς ἔλεγε, λέγων δʼ οὐκ ἐψεύδετο, εἴπερ γε μηδὲ ὁ θεὸς σοφώτατον αὐτὸν εἰρηκώς. λοιπὸν οὖν τί ποτʼ ἐστὶ τὸ φάσκειν οὐκ εἰδέναι; οἶμαί γε τὸ μὴ τέχνῃ. ἀλλὰ μὴν εἰ μηδετέρως γʼ ἂν σοφώτατος ἦν ἔτι, μήτε ψευδόμενος περὶ αὑτοῦ, εἴπερ ἕν τι τῶν αἰσχρῶν τὸ ψεύδεσθαι, μήτʼ ἀληθῆ λέγων, εἰ τὸ μὴ χρῆσθαι τέχνῃ τῶν ἁπλῶς αἰσχρῶν ἦν, ἅμα Σωκράτης τε διʼ ἀμφοτέρων μαρτυρεῖ τῷ λόγῳ, καὶ ὧν ἔξαρνος ἦν καὶ ὧν ὡμολόγει, καὶ διὰ τοῦ Σωκράτους ὁ

Intertext edge

Open linked passage

Note