Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
27.p29
27.p29
φρονῶν οὕτω καὶ λέγων, καὶ τῆς δάφνης οὐκ ἀμνημονῶν, ἣν ἅμα τῷ λαβεῖν ποιητὴς ἦν γεγονὼς ἐκ ποιμένος. ἐπεὶ καὶ τὰς τέχνας αὐτὰς καὶ τὰ ἐπιτηδεύματα φύσει δή που διενεγκόντες ἄνθρωποι καὶ νικήσαντες ἀνεῦρον τὸ ἐξ ἀρχῆς. οὐ γὰρ αἱ τέχναι τὰς φύσεις ἐποίησαν, ἀλλʼ αἱ κράτισται φύσεις τὰς βελτίστας τῶν τεχνῶν εὗρον, ὥστε καὶ τῇ τάξει καὶ τῇ δυνάμει παρὰ τῇ φύσει τὰ πρεσβεῖα εἶναι. εἰ δὲ δὴ μηδʼ ἁπλῶς ἀνθρώποις τὴν εὕρεσιν προστίθεμεν τῶν τεχνῶν, ἀλλὰ θεοὺς ἡγήσασθαι φαμὲν αὐτοῖς καὶ καταδεῖξαι, πῶς οὐκ εὔδηλον ὅτι πολλῷ τινος εἶναι νικῶντος δεῖ προσθήκην τὴν τέχνην; καὶ μὴν εἰ τοῦτο δῆλον ἅπασι καὶ πάντες ἂν συμφαῖεν μὴ θεοὺς παρʼ ἀνθρώπων λαβεῖν τὰς ἐπιστήμας, ἀλλʼ ἀνθρώπους παρὰ θεῶν, καὶ διδασκάλων μὲν ἐκείνους, μαθητῶν δὲ ἡμᾶς ἔχειν τάξιν, τοσούτῳ κρεῖττον, ὡς ἔοικεν, εὑρεῖν ἢ μαθεῖν, ὅσῳ κρείττων ἀνθρώπου θεός. οἱ μὲν γὰρ εὑρήκασιν ἅπαντα, ἡμεῖς δʼ, οἶμαι, λαβόντες χρώμεθα. ὀρθῶς ἄρα καὶ δικαίως ὁ τοῦ Ἑλικῶνος πρόσοικος καὶ ὡς εἰκὸς ἦν τὸν αὐτὸν ἐκ θεῶν ἐπιπνοίας ταῦτα λέγειν εἰληφότα τὸν μὲν τοιοῦτον ἄνδρα ὡς θεὸν καὶ θεῶν ἐγγὺς πρῶτον καὶ κράτιστον ἔθετο ὃς αὐτὸς πάντα νοήσῃ, τὸν δʼ ἀκούσαντα καὶ μαθόντα δεύτερον. ποῦ γὰρ ἄν τις καὶ κράτιστον θείη τὸν μαθόντα καὶ πῶς; οὐκ ἔστιν οὐδὲ βουλομένῳ, ἀλλὰ φύσει κεκώλυται, δικαίως, ὅτι καὶ νικᾶν πανταχοῦ φαμὲν τὴν φύσιν. εἰ γὰρ ἦν τὸ μαθεῖν ἄριστον καὶ πρῶτον, οὐδʼ ἂν αὐτὸ πρῶτον τὸ μαθεῖν ἦν. ἐχρῆν γὰρ δή που μαθεῖν παρʼ ἑτέρου. ὥστε οὐκ ἂν ἦν ὁ διδάσκων πρῶτος, εἰ τὸ μαθεῖν κρεῖττον καὶ πρῶτον ἦν. παρὰ τοῦ γὰρ, ὦ καὶ σὺ τὴν ποικίλην κοσμήσας, ἀκούσῃ, τίσι πεισθῇ, εἰ κρείττων ὁ μαθών ἐστι τοῦ τὸ πρῶτον εὑρόντος, καὶ μὴ ἀνάγκῃ δεύτερος, εἴπερ τι μέλλει μαθήσεσθαι. πᾶς γὰρ ὁ μανθάνων ὡμολόγηκε δήπουθεν εἶναι χείρων αὐτῷ γε τῷ δεῖσθαι μαθεῖν· ὡς εἴ γε μὴ πείσειεν αὑτὸν δεῖσθαι πρότερον, πῶς ἂν μάθοι, ἢ πῶς ἄλλῳ γʼ ἂν εἰπόντι πεισθείη;