Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
28.p30
28.p30
οὐκοῦν ἄτοπον τόν γε αὐτὸν ὡμολογηκότα εἶναι χείρω, τοῦτον ἀμείνω καλεῖν, καὶ ταῦτα διʼ αὐτὸ τοῦτʼ ἐπαινούμενον, ὅτι ὡμολόγηκε χείρων εἶναι. ἢ κατὰ μὲν τὰς δωρεὰς οὐδαμοῦ κρείττων ὁ λαβὼν τοῦ δόντος αὐτῷ τῷ λαβεῖν, ἀλλὰ τὸ δοῦναι τοῦ κρείττονος εἶναι δοκεῖ, ἐν δὲ τοῖς μαθήμασι κρείττων ὁ προσέχων τὸν νοῦν τοῦ νοήσαντος αὐτοῦ καὶ παρασχόντος; καὶ μὴν ἐφʼ οἷς ὁ λαβὼν ἄριστος πῶς οὐ πρῶτος ὁ ταῦτʼ ἔχων ἐξ ἀρχῆς, καὶ διὰ τὸν χρόνον γέ που καὶ παρὰ τὴν αἰτίαν; ἔτι τοίνυν ἑνὸς ποιητοῦ τῶν ἀπὸ Βοιωτίας καὶ Ἑλικῶνος παρασχήσομαι μαρτυρίαν, ᾧ καὶ Πλάτων αὐτὸς τὰ πλείστου, φασὶν, ἄξια χρῆται. οὗτος δὲ, ὦ θεοὶ, καὶ μάλʼ ἀποκαλύψας καὶ τῆς αὑτοῦ φύσεως καὶ Μούσης ὡς ἀληθῶς βοᾷ Στεντόρειον εἰς τοὺς ἀνθρώπους ὥσπερ σιωπὴν κηρύξας
28.p30
σοφὸς ὁ πολλὰ εἰδὼς φυᾷ·
28.p30
μαθόντες δὲ λάβροι
28.p30
παγγλωσσίᾳ κόρακες ὣς ἄκραντα γαρύετον
28.p30
Διὸς πρὸς ὄρνιχα θεῖον.
28.p30
κοράκων φησὶν εἶναι φωνὰς τὰς τῶν μαθόντων καὶ παρʼ ἄλλων εἰληφότων πρὸς ἀετὸν γιγνομένας τὸν φύσει νικῶντα καὶ ἐκ θεοῦ ῥήτορα καὶ σοφόν. ἑτέρωθι δʼ αὖ βραχύτερον μὲν, γνωρίμως δʼ οὐχ ἧττον διαμαρτύρεται
28.p30
τὸ δὲ φυᾷ κράτιστον ἅπαν.
28.p30
πολλοὶ δὲ διδακταῖς
28.p30
ἀνθρώπων ἀρεταῖς κλέος
28.p30
ὤρουσαν αἱρεῖσθαι,
28.p30
σφόδρʼ ἀκολούθως ἀμφότερα εἰπών. ἐπειδὴ γὰρ τὸ μὲν κράτιστον ἐν τοῖς ὀλίγοις, τὰ δὲ φαυλότερα ἐν τοῖς πολλοῖς, ἀντιτέθεικε τῷ κρατίστῳ τὸ [πολλῷ] χεῖρον διὰ τοῦ τῶν πολλῶν ὀνόματος, ὡς ἐκεῖνο μὲν παντάπασι τινῶν ὀλίγων ὂν, τοῦτο δὲ εἰς τοὺς πολλοὺς ἀφικνούμενον. καὶ ἔτι πρὸ τούτων
28.p30
ἀγαθοὶ δὲ φύσει καὶ σοφοὶ κατὰ δαίμονα ἄνδρες ἐγένοντο,
28.p30
ὅμοιον καὶ τοῦτο τῷ ἑτέρῳ ῥήματι καὶ ταυτὸν λέγων. οὗ μὲν γὰρ διδακταῖς εἶπεν ἀρεταῖς, προσέθηκεν ἀνθρώπων, οὗ δὲ τὴν φύσιν πρεσβεύει, κατὰ δαίμονα, τούτους εἶναι τοὺς τῷ ὄντι ἀγαθοὺς καὶ σοφούς·