Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
29.p31
29.p31
εἰκότως· εἰ γὰρ ἐν αὐτοῖς τοῖς λόγοις τοὺς τὰ ὑφʼ ἑτέρου εἰρημένα καὶ προκατειλημμένα κλέπτοντας καὶ διεξιόντας ὡς αὑτῶν οὐδεὶς οὕτω μαίνεται ὥστε βελτίους ἡγεῖσθαι τῶν οἴκοθεν εὐπόρων καὶ γονίμων εἰς τοὺς λόγους, ἀλλʼ οὗτος κράτιστος παρʼ ὅτῳ πλεῖστον ἔστιν εὑρεῖν τὰ δέοντα, πῶς οὐ γελοῖον καὶ πάσης ἀλογίας μεστὸν τὸν ἐξ ἀρχῆς παρʼ ἄλλων ἀκούσαντα καὶ μαθόντα ὅ τι χρὴ λέγειν θεῖναί ποτʼ ἔμπροσθεν τοῦ φύσει κρείττονος. οὐκ ἔξω δʼ ἵσταται τῆς ὅλης μαρτυρίας οὐδὲ τόδε ἐν ἔργμασι δὲ νικᾷ τύχα, οὐ σθένος· τὸ μὲν σθένος πρὸς τῆς τύχης τῆς ἀνθρωπίνης, τὴν δὲ τύχην πρὸς τῆς θείας μοίρας εἰ λάβοις. καίτοι εἰ ποιηταὶ μὲν οὐ τέχνῃ ποιοῦντες, ὥς φησιν ὁ Πλάτων, ἀλλʼ ἐκ θεοῦ τυγχάνοντες κάτοχοι παιδεύουσι τοὺς ἐπιγιγνομένους, οὐ μόνον τοὺς καθʼ ἑαυτοὺς, παιδεύοντες δὲ μαρτύρονται καὶ διορίζονται τοῦ μηδενὸς ἀξίαν εἶναι τὴν τέχνην πρὸς τὸ τῆς φύσεως κράτος καὶ τὰ ἀπὸ τῶν θεῶν· καὶ ἐν ἔργοις καὶ ἐν λόγοις διὰ τῶν ποιητῶν μαρτυρεῖ Πλάτων, προσθήσω δʼ ὅτι καὶ διʼ ἀμφοτέρων οἱ θεοὶ, καὶ Πλάτωνος καὶ τῶν ποιητῶν, ὅτι ῥητορικὴ καλὸν καὶ θεῖον, εἰ καὶ τέχνῃ μὲν ἀνθρώποις μὴ παραγίγνεται, φύσεως δʼ ἐστὶν ἔργον ἀνδρείας καὶ βλεπούσης νικᾶν. εἰ τοίνυν μήτε ποιητῶν μηδένα μηδὲν εἰρηκέναι τοιοῦτον μήτʼ αὐτὸν Πλάτωνα μαρτυρεῖν ἡμῖν θείη τις μήτε διʼ αὑτοῦ μήτε διὰ τῶν ποιητῶν, ὃ σαφῶς οὑτωσὶ φαίνεται ποιῶν, εἰς αὐτόν γʼ ἄν τις βλέψας τὸν τοῦ πράγματος λόγον οὐ χαλεπῶς ἴδοι συκοφαντίαν, ἀλλʼ οὐκ ἔλεγχον οὐδὲ πίστιν ἐνοῦσαν τῇ παρʼ αὐτοῦ βλασφημίᾳ. τίς γὰρ οὐκ οἶδεν ὅτι κἀν τοῖς σώμασιν οὔτε τὸ κάλλος οὔτε τὸ μέγεθος οὔτε ἡ χάρις τέχνης ἔργον ἢ ποίημά ἐστιν, οὐδʼ ἀπὸ χειρῶν ἢ λόγου τινὸς, ὡς ἂν εἴποιμεν, ἀπαντᾷ; ἀλλʼ ἐπαλεῖψαι μὲν ταῦτα καὶ θεραπεῦσαι τῆς τέχνης εἶναι δοκεῖ, συστήσασθαι δʼ ἐξ ἀρχῆς οὐδεμία οὕτω τέχνη ἂν εἴη δεινή. οὐκοῦν διακόνου καὶ θεραπαίνης