Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 2 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
2.p2
2.p2
σφόδρα τὸν χρόνον σεμνύνειν ὥστε μὴ μόνον τοῖς ὅλοις χείρους τοὺς ὑστέρους ἡγεῖσθαι, ἀλλὰ μηδʼ ἂν τυχεῖν εὑρόντας βέλτιον τῶν εἰρημένων μηδέν. ὁρῶ δὲ ὅτι κἀν τοῖς γυμνικοῖς ἀγῶσιν οὐχ ὅστις πρῶτος τὴν ἀπογραφὴν ἐποιήσατο, οὗτος ἀπέρχεται νικῶν, ἀλλʼ ὅστις οὗ τὴν ἀπογραφὴν πεποίηται, τοῦτο ἐπὶ τῆς πείρας ἄριστα δείκνυσι. καὶ τοῦθʼ οὕτως ἰσχύει διὰ τέλους ὥστε καὶ ἐν αὐτοῖς τοῖς ἄθλοις, προσθήσω δʼ ὅτι καὶ τοῖς αὐτοῦ τοῦ τάχους, οὐ τοῖς ἐπὶ τῆς ἀρχῆς ἐξενεγκοῦσιν ἀποδίδοται τὸ σύμβολον, ἀλλὰ τοῖς παρελθοῦσι. καίτοι πῶς οὐκ ἀλογία πολλὴ τοὺς μὲν ἃ τῆς τοῦ σώματος τύχης ἔχεται μελετῶντας ἢ τιμῶντας οὕτω σφόδρα καὶ νῦν καὶ πρότερον τὸ τοῦ λόγου καλὸν καὶ δίκαιον τετιμηκέναι, τοὺς δʼ ἐπὶ τῶν λόγων ἀνέχοντας καὶ χωρὶς τῆς ἐν τούτοις διατριβῆς οὐδʼ ἂν ζῆν δεξαμένους οὕτως ἀργῶς, μᾶλλον δʼ ἀδίκως ἔχειν, ὥσθʼ ἑνὶ πιστῷ χρῆσθαι περὶ ἁπάντων, ἄν τις φθάσῃ γενόμενος, καὶ τὰ ὀνόματα ἀντὶ τῆς ἀληθείας θαυμάζειν αἱρεῖσθαι, ὥσπερ νομίσαι δέον, οὐχ εὑρεῖν τὸ βέλτιον· καὶ τοὺς μὲν νόμους αὐτοὺς, ἂν συμφέρῃ, κινεῖν, τοὺς δὲ περὶ τῶν ἀεὶ μενόντων τῇ φύσει λόγους ἐπὶ τοῖς πρώτοις μὴ δέχεσθαι, ἀλλʼ ὥσπερ ὅρους ἢ στήλας τοὺς προκατεσχηκότας πρεσβεύειν, καὶ ταῦτα οὐ λύειν ὥσπερ ἐν τοῖς νόμοις τοὺς προτέρους διὰ τῶν ἐναντίων δέον, ἀλλὰ τῆς αὐτῆς χώρας καὶ ἑτέρους ἀξιοῦν αὐτοῖς· καὶ τοῖς μὲν ὅρκοις τοῖς κοινοῖς προσπαραγράφειν ἐξεῖναι ἀνελεῖν καὶ προσθεῖναι ὅ τι ἂν σκοπουμένοις ὕστερον συνδοκῇ, οὓς δὲ ἀπὸ τῆς αὐτῆς ἐξουσίας ἀεὶ καὶ διὰ παντὸς ἐξετάζειν

Intertext edge

Open linked passage

Note