Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
30.p32
30.p32
τάξιν ἔχειν προσήκει τῇ τέχνῃ, τὴν φύσιν δʼ ἐν σχήματι δεσποίνης τετάχθαι, εἰ μὴ καὶ τοὺς σκευοφόρους πρὸ τῶν ὁπλιτῶν τάττοιμεν ἄν. ἀλλʼ οὐκ ἄξιον. πῶς γὰρ οὐκ ἄτοπον τοὺς μὲν γονέας τιμᾶν καὶ τοῖς πρεσβυτέροις ὑπανίστασθαι νομίζειν, τὴν δὲ φύσιν τὴν τοσοῦτον προτέραν φαύλου λόγου νομίσαι παρὰ τὴν τέχνην, ὥσπερ ἂν εἴ τις τὰ ὑποδήματα κρείττω τῶν ποδῶν, τὴν δʼ ἐσθῆτα τοῦ σώματος κρίνοι τιμιωτέραν; καὶ ὡς ἔοικε τὰ μὲν χρήματα τῶν ποριζόντων αὐτὰ καὶ κτωμένων ἀτιμότερα ἡγούμεθα, ἡ δὲ τέχνη κρείττων τῆς εὑρούσης φύσεως καὶ ἧς ἔργον ἐστὶ νομισθήσεται. ἄλογον μέντἂν εἴη κατʼ αὐτὸ τὸ παράδειγμα ἐπὶ μὲν τῶν κτημάτων καὶ τῶν οὐσιῶν βελτίω νομίζειν χρηματιστὴν τὸν αὐτὸν πορίσαντα καὶ συλλέξαντα τοῦ κληρονομήσαντος ἕτερον, ἐν δὲ τοῖς λόγοις καὶ τοῖς πράγμασι μὴ τὸν φύσει προέχοντα πρεσβεύειν, ἀλλʼ ὅστις παρʼ ἄλλου φαίνεται μετειληφὼς, καὶ μηδʼ ἐκεῖνʼ ὁρᾶν, ὅτι οὐ μόνον ἐξ ἀρχῆς αἱ φύσεις τὰς τέχνας συνεστήσαντο, ἀλλὰ καὶ περὶ αὐτὰς τὰς τέχνας οἱ τῇ φύσει νικήσαντες διενηνόχασιν. ἕνεκα μὲν γὰρ τῆς τέχνης πάντας ἔδει παραπλησίους εἶναι τοὺς ταὐτὰ μαθόντας, οἶμαι δὲ καὶ χείρους τοὺς δευτέρους ἀεὶ τῶν προτέρων, ἕως εἰς τὸ λυθῆναι τὴν τέχνην ἀφίκετο· οὐ γὰρ ἂν ἦν πάντα λαβεῖν ἀκριβῶς παρʼ ἑτέρου λαμβάνοντα, ἀλλʼ ἔδει διαφυγεῖν ἀεί τι· ῥώμῃ δὲ, οἶμαι, φύσεως καὶ περιουσίᾳ τὴν δόξαν οἱ κρατήσαντες εἰλήφασι· καὶ οὐδεὶς τὸν Δαίδαλον οὐδὲ τοὺς ἄνω θαυμάζει παρὰ τὸν Φειδίαν, ἀλλὰ τοὐναντίον ἐκ μικρῶν καὶ φαύλων τὸ κατʼ ἀρχὰς εἰς μεῖζον καὶ τελεώτερον αἱ τέχναι κατέστησαν. αὐταῖς τοίνυν, ὡς ἔοικε, ταῖς τέχναις οὐ λυσιτελοῦν φαίνεται τὴν τέχνην πρὸ τῆς φύσεως τετιμῆσθαι. οὔκουν προελθεῖν γʼ ἂν αὐταῖς ἦν; οὐδὲ τυχεῖν τοῦ νῦν σχήματος οὐδὲ σεμνύνεσθαι. ἀλλʼ οἶμαι, οὐχ αἱ τέχναι τοὺς ἄνδρας ἦραν μεγάλους, ἀλλʼ οἱ τῇ δυνάμει πρωτεύσαντες ἐντίμους τὰς τέχνας ἐποίησαν, οὐ μείναντες ἐφʼ ὧν παρέλαβον. εἰ δὲ τοῦθʼ ἅπασιν εὔδηλον,