Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 31 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
31.p33
31.p33
εἰ καὶ μὴ πρότερον, ἀλλὰ νῦν γε εἰρημένον, οἱ μέγιστοι τῶν ἐν ταῖς τέχναις οὐχ ᾧ μετεσχήκασι τῆς τέχνης μέγιστοι γεγόνασιν, ἀλλʼ ᾧ τὴν τέχνην παρεληλύθασι. διὰ ταῦτα καὶ συμφοιτητῶν οἱ μὲν χείρους, ἀλλὰ καὶ κρείττους, ὁ Φειδίας, ὁ Ζεῦξις, ὁ Ἱπποκράτης, ὁ Δημοσθένης, ὅντινα βούλεται θαυμάζειν τις. οὐ γὰρ ὥσπερ ὅροις τακτοῖς ἐνέμειναν, οὐδʼ ἐν μικρῷ τὰ σφέτερʼ αὐτῶν ἤγαγον, οὐδʼ ὡμολόγησαν ὑπὸ τῆς τέχνης ἄρχεσθαι, ἀλλʼ ἐνιδόντες τῇ φύσει τῶν λόγων, οἱ δὲ τῶν πραγμάτων, παῖδας τοὺς πρὸ αὑτῶν ἀπέδειξαν, καὶ μάλʼ ἀναγκαίως καὶ κατʼ αὐτὴν τὴν φύσιν. ἐπειδήπερ καὶ λόγων καὶ πραγμάτων ἁπάντων καὶ θεῶν καὶ ἀνθρώπων ἡγεμών ἐστι φύσις, οὐ τέχνη, καὶ τὰ πράγματα οὕτως ἔχει, ὡς ἡ φύσις αὐτῶν ἔχει, οὐχ ὡς ἡ τέχνη. ἀλλὰ καὶ ἡ τέχνη τῆς φύσεώς ἐστιν, οὐχ ὡς ἡ φύσις τῆς τέχνης ἔργον· νὴ Δίʼ ἔγωγʼ ἂν εἴποιμι καὶ εὕρημα καὶ κτῆμα τὴν τέχνην εἶναι τῆς φύσεως. ἅ τις εἰ μὴ παραδέξεται, τοὺς πρώτους εὑρόντας αὐτὰς τὰς τέχνας τοῦ μηδενὸς ἀξίους εἶναι κρινεῖ. καὶ πρεσβεύων τὴν τέχνην ἀτιμάσει τοὺς πατέρας τῶν τεχνῶν. διὰ τί; ὅτι οὐ χαλκευτικὴ χαλκευτικὴν εὗρεν οὐδʼ ἰατρικὴ ἰατρικὴν, οὐδὲ ἁπλῶς εἰπεῖν οὐδεμίʼ εὗρε τέχνη τέχνην, ἀλλὰ πάσας τὰς τέχνας, ὅπερ εἶπον, ἡ φύσις εὗρεν. εἰ γὰρ αἱ τέχναι τὰς τέχνας ἔμελλον εὑρήσειν, οὐκ ἂν ἦν λαβεῖν τὴν ἀρχήν. οὐ γάρ πω τεχνῶν οὐσῶν οὐκ ἂν ἦν τέχνην εὑρεῖν· τῇ γὰρ μὴ οὔσῃ πῶς ἐνῆν εὑρεῖν; εἰ δʼ αὖ τὸ φύσει γιγνόμενον φαυλότερον τῆς τέχνης, πάντες ἂν οἱ πρῶτοι τὰς τέχνας εὑρόντες ἦσαν φαυλότατοι· πάντες γὰρ φύσει τὰς τέχνας εὗρον τὸ ἐξ ἀρχῆς. οὐκοῦν καὶ κατὰ τοὺς εὑρόντας ἐξ ἀρχῆς καὶ κατὰ τοὺς ὑπερέχοντας ἡ φύσις νικᾷ. καὶ μὴν εἴ τις ἐξετάζοι τί ποτʼ ἐστὶν ᾧ στρατηγὸς στρατιώτου διαφέρει, καὶ ὅλως ἄρχων ἰδιώτου, τοῦτʼ ἂν εὕροι προφαινόμενον, ὅτι ἄρχοντος μέν ἐστι προστάξαι, ἀρχομένου δʼ ἀκούσαντα ποιῆσαι. οὐκοῦν προστάττει μὲν

Intertext edge

Open linked passage

Note