Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 32 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
32.p34
32.p34
ὁ εὑρὼν, ὁ δʼ ἀκούσας μανθάνει. εἰ γάρ τις μὴ εὕροι ὅ τι χρὴ ποιεῖν, πῶς ἂν ἄλλῳ προστάξειεν ἃ χρὴ ποιεῖν; εἰ γὰρ αὐτὸς ἀκούσας ἄλλου προστάξειεν ἃ χρὴ ποιεῖν, πείσεται πρότερον ἢ προστάξει. τοῦτο δʼ, ἕως ἂν ἄρχων ᾖ, τῶν ἀδυνάτων. προστάττειν μὲν γὰρ ἦν τοῦ γε ἄρχοντος, οὐ πείθεσθαι, οὐδέν γε μᾶλλον ἢ καὶ διδασκάλου πείθεσθαι τοῖς μαθηταῖς ἐστί. φαίνεται τοίνυν καὶ κατὰ τοῦτον τὸν λόγον ἡ μὲν φύσις ἄρχοντος χώραν ἔχουσα, ἡ δʼ ἐκ τοῦ μαθεῖν τέχνη διακόνου καὶ πειθομένου τῷ κρείττονι. καὶ μὴν κἀκεῖνό γε ἐν τοῖς ἄνω λόγοις ἦν, ὡς θεοὶ μὲν εὗρον καὶ κατέδειξαν ἕκαστα, ἄνθρωποι δὲ λαβόντες παρὰ θεῶν χρώμεθα, ἄλλοις ἄλλων ἑρμηνεῦσι χρησάμενοι. τίς ἂν οὖν λόγος μᾶλλον σώσειε τὸ γιγνόμενον ἢ τῷ πιστεῦσαι δικαιότερον ἢ ᾧ θεοὺς μὲν εὑρεῖν ἕκαστα τίθεμεν καὶ νῦν ἔτι σημαίνειν, πάλιν δʼ ἀρχῆς ἴδιον φαμὲν εἶναι τὸ εὑρεῖν καὶ προστάξαι, τὸ δʼ ἀκοῦσαι καὶ μαθεῖν τοῦ χείρονος, οὔτε γὰρ δή που θεῶν ἅπανθʼ εὑρόντων αἰσχρὸν ἄρχοντος θεῖναι τὸ εὑρεῖν, εἴπερ ἄρχουσιν οἱ θεοὶ πάντων, οὔτʼ ἀρχῇ τοῦ προστάξαι προσήκοντος αἰσχρὸν εἰς θεοὺς ἀνενεγκεῖν τὴν εὕρεσιν, εἴπερ εὑρόντος μέν ἐστι σημῆναι, εὑρίσκει δὲ ὁ κρείττων ἀεί. εἶεν. δεσπότης δʼ οἰκέτου τῷ διαφέρει πρὸς θεῶν; οὐ δεσπότου μὲν προστάξαι, δούλου δʼ ὑπακοῦσαι πᾶς τις ἂν φήσειεν εἶναι; οὐκοῦν ὁ μὲν οἶδεν ἐφʼ ἑαυτοῦ τί χρὴ ποιεῖν, ὁ δὲ ἀκούσας μανθάνει. τί δὲ ὁ τῶν παρθένων ἐπαινέτης τε καὶ σύμβουλος λέγει ὁ Λακεδαιμόνιος ποιητής; πολλὰ λέγων ὄνυμʼ ἀνδρὶ, γυναικὶ δὲ Πασιχάρηα. πολλὰ, φησὶν, ὁ ἀνὴρ λεγέτω, γυνὴ δὲ οἷς ἂν ἀκούσῃ χαιρέτω. ἆρʼ οὖν οὐκ εὔδηλον ὡς ὁ μὲν αὐτὸς εὑρηκὼς καὶ προειδὼς ἐρεῖ πολλὰ, ᾗ δʼ ἄρχεσθαι προσήκει,

Intertext edge

Open linked passage

Note