Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 33 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
33.p35
33.p35
στέρξει τοῖς λεγομένοις; οὐ γὰρ δή που τῆς γε γυναικὸς ἀκοῦσαι περιμένων, εἶτʼ ἐρεῖ πρὸς τὴν γυναῖκα αὐτὸς τί δεῖ ποιεῖν· οὐδʼ ὡς ἐκέλευεν Ἡσίοδος, ἵνα ἤθεα κεδνὰ διδάξῃ, τοῖς ἐκείνης λόγοις ἀκολουθῶν. ἀλλʼ εἴπερ διδάξει, προστάξει· εἰ δὲ προστάξει, τῆς ἑαυτοῦ φύσεως ἐγγύτατα ἄξει τὴν γυναῖκα, ὡς ἀμείνων χείρονα. ὅσῳ τοίνυν θεὸς μὲν ἀνθρώπου, ἄρχων δʼ ἰδιώτου, δεσπότης δʼ οἰκέτου, γυναικὸς δʼ ἀνὴρ κρείττων καὶ τελεώτερος, τοσούτῳ κρεῖττον καὶ ἱκανώτερον φύσις ἢ τέχνη, ἢ κομιδῆ πάντʼ ἄνω καὶ κάτω γένοιτʼ ἄν. ἔτι τοίνυν κἂν ἀπὸ τῶν ἐναντίων τις αὐτὸ λόγων ἴδοι. εἰ μὲν γὰρ ἅπαντας τοὺς ἐπὶ τῶν τεχνῶν ὡμολογεῖτο εἶναι σπουδαίους, ἢ πᾶσαν πάντως τέχνην ἀγαθὸν, τάχʼ ἄν τις ὥσπερ ἔλεγχον εἶναι ταῦτα ᾠήθη. νῦν δὲ τίς οὐκ οἶδε πολλοῖς ὄνειδος τὴν τέχνην οὖσαν; οἷον τοὺς σκυτοδέψας καὶ σκυτοτόμους καὶ γναφεῖς καὶ νευρορράφους τίς ἂν εὐδαιμονίσειε τῆς τέχνης; καὶ μὴν οὐκ ἐμὸς ὁ μῦθος, ἔφη ὁ Πλάτων, τὸ τοῦ Εὐριπίδου προσπαίζων, ἀλλʼ ὑμέτερος, ὦ Πλάτων, καὶ τοῦ σοῦ νὴ Δίʼ ἐργαστηρίου, καὶ τὰς τέχνας ταύτας βαναύσους καὶ τοὺς ἐπʼ αὐτῶν ἀνδραποδώδεις εἶναι. οὐκοῦν ἄτοπον καὶ περιφανὴς συκοφαντία τοῖς μὲν ἃς εἶπον τέχνας εἰδόσι καὶ τοῖς ἄλλας μυρίας μηδενὸς ἀξιοῦν μετεῖναι χρηστοῦ παρὰ τὴν τέχνην, εἰ δέ τις μὴ τέχνῃ τι μετέρχεται, διὰ τοῦτʼ αὐτὸν ψέγειν ὡς ἑνὸς τῶν βεβαίως καλῶν στερόμενον, καὶ τοὺς αὐτοὺς ὑμᾶς ἅμα μὲν μηδένα ποιεῖσθαι τῆς τέχνης λόγον, ἀλλὰ καὶ προφέρειν αὐτὸ τοῖς πολλοῖς, ἅμα δὲ ὡς καθαρῶς ἀγαθὸν τὸ αὐτὸ τοῦτο σεμνύνειν, ὅ τι ἂν μὴ τέχνῃ γίγνηται κακίζοντας. καὶ μὴν ἑλοῦ γε δυοῖν θάτερον, εἴποι δικαίως ἂν ἡ ῥητορικὴ, ἢ καὶ τοὺς χειροτέχνας ὡς καλοὺς κἀγαθοὺς τιμᾶν, ἢ τούς γε ῥήτορας μὴ ψέγειν,

Intertext edge

Open linked passage

Note