Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
34.p36
34.p36
εἰ μὴ τέχνην κέκτηνται περὶ ὧν λέγουσιν. ἆρʼ ἔχει τινὰ καὶ ἡ ῥητορικὴ τὸν ἐροῦνθʼ ὑπὲρ αὐτῆς παρασχέσθαι, ἢ ταῦτα ἴσα ἀντʼ ἴσων; οὐκ ἂν, οἶμαι, φήσειεν ὁ Ὁμηρικὸς Ἰδομενεύς. ἃ μὲν οὖν, εἰ καὶ μὴ τέχνην εἶναι δοίημεν αὐτὴν, ἔχοι τις ἂν λέγειν ὑπὲρ αὐτῆς πολλὰ ἀφελόντι τῶν ἐπιόντων τοσαῦτα καὶ τοιαῦτά ἐστιν. ἴσως δέ τις οἰήσεται τούτων οὕτως ἀποδεδειγμένων τὸ φαυλότερον σπεύδειν ἡμᾶς λοιπὸν, ἐὰν ὅτι καὶ τέχνη διδάσκειν πειρώμεθα. ἐγὼ δὲ οὔτε τῶν εἰρημένων οὐδὲν μετατίθεμαι οὔτε Πλάτωνι συγχωρῶ τὸ μηδὲν μετεῖναι ῥητορικῇ τέχνης, ἀλλʼ ὅσον αὐτῇ τέχνης, χρήσομαι γὰρ τοῖς Πλάτωνος αὐτοῦ ῥήμασι, τοῦτʼ ἐπέξειμι. ὅπερ δὲ ἐν τοῖς ἄνω, τοῦτο κἀνταῦθα ποιήσω, αὐτοῖς οἷς εἴρηκε Πλάτων ἀκολουθῶν ἐπιδείξω μετέχουσαν τέχνης. καίτοι τί ἂν ἄλλο τις βούλοιτο; φησὶ γὰρ δή που διαβάλλων αὐτὴν ὅτι στοχάζεται καὶ προάγει τοὺς λόγους οὕτως ὅπως ἂν στοχάζηται. καίτοι πῶς οὐχ ὑπεναντίον φάσκειν μὲν στοχάζεσθαι, λέγειν δʼ ὡς οὐ χρῆται λόγῳ διʼ αὐτὸ τοῦτο; πάντες γὰρ οἱ στοχαζόμενοι δή που τῷ λόγῳ προσάγοντες αὑτοὺς οὕτως στοχάζονται. οὐ γάρ ἐστι μὴ λόγῳ χρώμενον στοχάζεσθαι, ἀλλʼ ὁ τοῦ πράγματος λόγος οὗτός ἐστιν ὁ ποιῶν στοχάζεσθαι. οἷον οἱ τῶν πόρρωθεν ὁρωμένων στοχαζόμενοι καὶ τυγχάνοντες ἀναφέροντες οἶμαι πρὸς τὴν φύσιν οὕτως στοχάζονται, καὶ τούτῳ χρώμενοι τῷ λόγῳ, καὶ ὡσπερεὶ σκοπῷ τούτῳ στοχάζονται. ὡς οἵ γʼ ἀποτυγχάνοντες ἀρχὴν οὐδὲ στοχάζονται, ἀλλʼ αὐτὸ τοὐναντίον τῷ στοχάζεσθαι ποιοῦσι. τὸ γὰρ στοχάζεσθαι τοῦτʼ ἐστὶ τυχεῖν τοῦ πράγματος. οὐκοῦν οὐχ ᾧ στοχάζεται ἁμαρτάνει τις, ἀλλʼ ᾧ διήμαρτεν οὐκ ἐστοχάσατο. εἰκότως· οὐδεὶς γὰρ ἁμαρτάνει λόγῳ χρώμενος, ἀλλʼ ἅμα ἐσφάλη καὶ τὸν λόγον οὐ διεσώσατο. ὁ γὰρ λόγος ταύτην εἶχε τὴν δύναμιν, μὴ διαμαρτάνειν, καὶ τοῦθʼ οὕτως ἀληθές ἐστιν ὥστε οἱ φρονιμώτατοι τῶν ἀνθρώπων