Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
35.p37
35.p37
καὶ λόγου πλείστου μετέχοντες ἄριστα στοχάζονται. ὥστʼ εἰ τὸ στοχάζεσθαι τῆς ῥητορικῆς ἐστιν, ἐπὶ πλεῖστον ἡ ῥητορικὴ σώζει λόγον. τοῦτο μὲν οὖν ἐξ αὐτῶν ὧν εἴρηκε συγκρουόμενον οὕτω φαίνεται. θαυμάζω δὲ ὅπως οὔτʼ ἔγνω οὔτʼ ἐστοχάσατο ὅτι καὶ χωρὶς τοῦ τἀναντία συνθεῖναι καὶ χρήσασθαι σημείῳ τοῦ μὴ τέχνην εἶναι, ὃ τοῦ τέχνην μᾶλλον εἶναι σημεῖόν ἐστι, διʼ ἑνὸς καὶ μόνου τούτου δώσει λαβὴν, εἰ δοίη τῆς ῥητορικῆς εἶναι τὸ στοχάζεσθαι. φέρε γὰρ πρὸς θεῶν εἴ τις αὐτὸν ἤρετο ὡδὶ λέγων κατʼ αὐτὸν ἐκεῖνον, Τοξικὴν δέ τινα, ὦ Πλάτων, οἶσθα τέχνην, ὅσον εἰπεῖν, ἢ καλεῖς; τὴν μὲν γὰρ πολιτικὴν ἐπιστήμην πᾶσαν διελήλυθας καὶ τὰ μόρια αὐτῆς εὕρηκας ἀκριβῶς. ἔγωγε, εἶπεν ἂν, οἶδα καὶ καλῶ. τίς οὖν ἐστιν αὕτη καὶ τί ἐπαγγέλλεται; τοῦ σκοποῦ τυχεῖν ἐν τῇ τῶν βελῶν ἀφέσει. καλῶς. οὐκοῦν ὁπόταν στοχάσηται, τότε τυγχάνει. πῶς γὰρ οὔ; πότερον οὖν οὐκ ἔστι τέχνη διὰ τὸ στοχάζεσθαι, ἢ τούτου καὶ ἔστι τέχνη τοῦ στοχάζεσθαι; ἐγὼ μὲν οἶμαι τούτου. εἶεν. τί δʼ ἡ κυβερνητική; ἐμοὶ μὲν γὰρ δοκεῖ τοῦτο ὅπερ ἡ τοξικὴ καὶ αὐτὴ πράττειν; κατὰ γοῦν τὸν λόγον ᾧ χρῆται. στοχάζεται γὰρ, οὐ μὴν ὡς βέλει τυχεῖν, οἶμαι, ἀλλʼ ὡς ἐκ τῆς θαλάττης σῶσαι. ὅσα μὲν γὰρ δεῖ μαθεῖν ἐν παιδείᾳ τὸν κυβερνήτην οἶδε καὶ ἀκήκοε. σώζει δὲ οὐ τούτοις τὸ σύμπαν εἰπεῖν τὴν ναῦν, ἀλλʼ οἷς εὖ τίθεται τὸ παρόν. τοῦτο δὲ ἀμήχανον αὐτῷ χωρὶς τοῦ στοχάζεσθαι. σκόπει γὰρ πρῶτον μὲν, εἰ βούλει, τοὺς εἰς Αἴγιναν διακομίζοντας, ὅτι ὁρῶσι τὴν Αἴγιναν· πρὸς ὃ οὖν ὁρῶσι στοχάζονται· ἔπειτα τοὺς εἰς τὸν Πόντον, εἰ δὲ βούλει, τοὺς εἰς Αἴγυπτον καὶ τὴν οὐδὲ σοί ποτε ἀήθη Σικελίαν· τούτους γὰρ καὶ παντάπασιν εὑρήσεις στοχαζομένους. πρῶτον μὲν γὰρ