Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 36 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
36.p38
36.p38
αὐτοῦ δεῖ τοῦ ποῦ ποθʼ ὁ σκοπὸς στοχάσασθαι, καὶ ὃ τότʼ ἦν παρὰ τῶν ὀφθαλμῶν, τοῦτʼ εἰκάσαι τῷ λογισμῷ· ἔπειτα φανέντος αὖθις στοχάζεσθαι πρὸς τὸ ὁρώμενον. φέρε γὰρ τὸν Ὀδυσσέα παρὰ τῆς Καλυψοῦς ἀκηκοότα πλεῖν ὅτι χρὴ τηρεῖν τὴν ἄρκτον ἐπʼ ἀριστερὰ χειρὸς ἔχοντα. οὔκουν τὰ καθʼ ἕκαστα καὶ διʼ ὧν εἶσιν ἡ ναῦς αὐτὸν ἤδη δεῖ συλλογίζεσθαι· πολλὰ γὰρ ἂν πελάγη περάσαις καὶ πολλοὺς ἂν εἰς τόπους καὶ λιμένας κατάραις ἐπʼ ἀριστερὰ τὴν ἄρκτον ποιησάμενος, ὡς δʼ αὖ καὶ ἐπὶ δεξίʼ, ὥστε Φάρου τυχεῖν, οὐδὲ πορθμοῦ διὰ βιβλίου· ἀλλʼ ἀνάγκη τὰ ἐπὶ μέρους στοχάζεσθαι. φέρε γὰρ, τί μαθόντες νῦν μὲν εἴσω τοὺς οἴακας ἄγουσι, πάλιν δὲ εἰς τί ἔξω τῆς αὐτῆς ἡμέρας; οὐχὶ τοῦ ὁρωμένου στοχαζόμενοι, ἢ τοῦ μέλλοντος ὀφθήσεσθαι; τοῦ δὲ χάριν παρὰ τῶν ἐντυχόντων ποῦ θαλάττης εἰσὶν ἢ πρὸς τίνι γῇ πολλάκις πυνθάνονται; οὐχ οἵ γε ἀκριβεῖς, ἐρεῖς. τίς δʼ ἀνθρώπων ἀκριβὴς ἢ διαρκής; οὐκοῦν οὐδὲ τεχνίτης οὐδεὶς τῷ λόγῳ τούτῳ. εἰ δὲ τοῦθʼ οὕτως ἔχει, τί δεινὸν, εἰ μηδὲ ῥήτωρ τεχνίτης διαρκὴς μηδείς; καὶ μὴν εἰ μὲν τὸ κυβερνᾶν τέχνη, κἂν ἐπὶ τοῦ κεκλημένου κυβερνήτου μὴ σώζηται, τί κωλύει καὶ ῥητορικὴν τέχνην εἶναι, κἂν παρὰ τοῖς ῥήτορσιν εἶναι φάσκουσι μὴ σώζηται; εἰ δὲ δὴ καὶ περὶ τούτων διαλέγει τῶν κυβερνητῶν ὧν τις πυνθάνεται παρʼ ἑτέρου τι καὶ ζητεῖ, οὐ γὰρ περί γε τοῦ Ποσειδῶνος, οὐδὲ τῶν Νηρηίδων, οὐδὲ τῶν Διοσκούρων, ὅμως δʼ αὐτοῖς ἀποδίδως εἶναι κυβερνήταις, ὡς ἄνθρωπος ἀνθρώποις, καὶ τέχνην ἔχειν τὴν κυβερνητικὴν, τούτοις ἅπασίν ἐστι τὸ στοχάζεσθαι, οἴ γε καὶ πρὶν ἀπαίρειν εὐθὺς κάθηνται στοχαζόμενοι περὶ τῶν πνευμάτων· οὐ γὰρ παρὰ τοῦ γε Διὸς ἤκουσαν ἐπὶ τῆς Ἴδης ἢ τοῦ Γαργάρου, ἀλλʼ οἶμαι ἐξ ἀρχῆς εἰς τέλος στοχάζονται ἀνέμων λιμένων εἰ

Intertext edge

Open linked passage

Note