Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
37.p39
37.p39
φθήσονται πάντων ὡς ἔπος εἰπεῖν. ὥστε σοι τὸ τοῦ μορίου εἴδωλον σκιᾶς ὄναρ εἰς ἔλεγχον κατὰ Πίνδαρον γίγνεται. πρὸς Διὸς, ἡ δὲ τῇ δικαιοσύνῃ ἀντίστροφος ἰατρική σοι καὶ δεύτερον ἀγαθὸν τῷ σώματι, εἰ δὲ βούλει, καὶ ἡ γυμναστικὴ, πότερον οὐ στοχάζονται τῆς φύσεως τῶν σωμάτων; νὴ Δία, ἐάν τε εἴπῃς γε, ἐάν τε μή. ἢ πρόοιδεν ὁ γυμναστὴς εὐθὺς ἐξ ἀρχῆς ὅπως ἡμῶν ἕκαστος ἔχει σώματος, οὐ παρὰ τῆς πείρας μανθάνει; τί δʼ ἐπειδὰν πρὸς τοῦτο γυμνάζῃ, πρὸς ὃ πειρᾶται, πότερʼ ὥσπερ ὁ Ἀπόλλων ὁ ἐν Δελφοῖς, οὕτως ἐξεπίσταται τὸ μέλλον, καὶ διισχυρίζεται τὸν ἄνδρα τόνδε ἐκ τῶνδε πανταχῆ καὶ πάντως ἀπαθῆ καταστήσειν ἢ καθάπαξ ἢ ποσόν τι χρόνου; οὐκοῦν ἢ μὴ στοχαζόμενον μαινόμενον τὸν γυμναστὴν λέγεις, ἢ σωφρονῶν αὐτὸς ὁμολογήσει στοχάζεσθαι τοῦ βελτίστου, τοιοῦτον δʼ οὐδὲν ἔχειν προειπεῖν οὐδʼ ἐπαγγείλασθαι. εἶεν. ὁ δὲ δὴ τῆς μὲν πείρας εἰς πίστιν ἰσχύσας καὶ τοῖς φαρμάκοις καὶ ταῖς διαίταις ἤδη χρώμενος τούτοις ἰατρὸς, ὅπως δʼ ἕκαστος ἡμῶν ἔχει φύσεως ἢ συγκρίσεως ἀγνοῶν, ἆρʼ οὐ στοχαζόμενος προσάγει πάνθʼ ὅσα ἂν ποιῇ περὶ τὸν κάμνοντα ἀναφέρων εἰς τὸ εἰκός; ἐγὼ μὲν οἶμαι. ἢ δύναιτʼ ἄν τις αὐτῶν ἀποτόμως εἰπεῖν ὅτι τούτοις οὑτοσὶ χρώμενος ἔξω παντὸς ἔσται κινδύνου καὶ δυσχερὲς οὐδʼ ὁτιοῦν πείσεται; οὐ μέντἂν τοσοῦτον ἐλείποντο τοῦ τὴν Ἐπίδαυρον ἔχοντος θεοῦ, φαίης ἂν, καὶ μάλα ἐμοὶ γοῦν κατὰ νοῦν. ἀλλʼ ἀπὸ τῶν πολλῶν καὶ κοινῶν, οἶμαι, καὶ τὰ ἴδια εἰκάζουσιν. εἰ δʼ ἄρα καὶ ἰδίᾳ τισὶ παρηκολούθησαν, πρὸς αὐτὴν τὴν πεῖραν στοχάζονται, τὸ μέλλον ἑκάστῳ συνοίσειν ἐκλέγοντες. καὶ ταῦτα, ὦ Πλάτων, ταῖς